1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

152

ἐντίθησι. ∆ιόπερ ἀναγκαῖον αὐτὰ ἀναπλῶσαι σαφέστερον, καὶ τῆς λέξεως ταύτης εἰπεῖν τὰ σημαινόμενα, περὶ ἣν ἡ ἀσάφεια, ἵνα μηδεὶς σκανδαλίζηται μηδὲ τῶν ἀφελεστέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον, καὶ τί δηλοῖ τὸ τῆς ἀσθενείας ὄνομα, καὶ κατὰ ποῖον σημαινόμενον εἴρηται, ἀναγκαῖον μαθεῖν. Μία μὲν γὰρ ἡ λέξις, πολλὰ δὲ τὰ ἐξ αὐτῆς δηλούμενα. Καὶ γὰρ ἀσθένεια λέγεται ἡ τοῦ σώματος ἀῤῥωστία· διὸ καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται, Ἴδε ὃν φιλεῖς ἀσθενεῖ, περὶ τοῦ Λαζάρου· καὶ αὐτὸς ἔλεγεν, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον· καὶ περὶ τοῦ Ἐπαφρᾶ ὁ Παῦλος· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ περὶ τοῦ Τιμοθέου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Ταῦτα γὰρ ἅπαντα σωματικὴν ἀῤῥωστίαν δηλοῖ. Λέγεται πάλιν ἀσθένεια τὸ μὴ πεπηγέναι ἐν τῇ πίστει ἁπλῶς, μηδὲ τέλειον εἶναι καὶ ἀπηρτισμένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· καὶ πάλιν, Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· τὸν ἐν τῇ πίστει ἀσθενοῦντα δηλῶν. Ἰδοὺ δύο σημαινόμενα ἐκ τῆς ἀσθενείας ἐστί· καὶ τρίτον ἕτερον, ὃ καλεῖται ἀσθένεια. Ποῖον δὴ τοῦτο; Οἱ διωγμοὶ, αἱ ἐπιβουλαὶ, αἱ ἐπήρειαι, οἱ πειρασμοὶ, αἱ ἐπαγωγαί. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τί ἐστιν, Ἐν ἀσθενείᾳ; Ἐν διωγμοῖς, ἐν κινδύνοις, ἐν πειρασμοῖς, ἐν ἐπιβουλαῖς, ἐν θανάτοις. Καὶ τοῦτο δηλῶν ἔλεγε, ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείᾳ. Εἶτα δεικνὺς ποίαν λέγει ἀσθένειαν, οὐ πυρετὸν εἶπεν, οὐκ ἀμφιβολίαν τὴν περὶ τὴν πίστιν, ἀλλὰ τί; Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι· τουτέστιν, Ὅταν διώκωμαι, ὅταν ἐλαύνωμαι, ὅταν ἐπιβουλεύωμαι, τότε δυνατός εἰμι, τότε μᾶλλον κρατῶ καὶ περιγίνομαι τῶν ἐπιβουλευόντων, τῆς χάριτος δαψιλέστερον ἐνιζανούσης ἐν ἐμοί. Κατὰ δὴ τοῦτο τὸ τρίτον τὴν ἀσθένειαν τέθεικεν ὁ Παῦλος· καὶ ὃ λέγει τοῦτό ἐστι· πρὸς ἐκεῖνο πάλιν ἀποτεινόμενος, ὃ καὶ ἔμπροσθεν εἶπον, ὅτι εὐτελὴς αὐτοῖς ἐδόκει εἶναι καὶ εὐκαταφρόνητος. Οὐ γὰρ δὴ ἐβούλετο κομπάζειν, οὐδὲ ὅπερ ἦν, εἶναι δοκεῖν αὐτὸν, οὐδὲ τὴν δύναμιν ἐνδείκνυσθαι, ἢν εἶχεν εἰς τὸ κολάζειν καὶ τιμωρεῖσθαι· ὅθεν καὶ ἐνομίζετο εὐτελὴς εἶναι. Ἐπεὶ οὖν τοῦτο νομίζοντες ἐν πολλῇ ῥᾳθυμίᾳ ἦσαν καὶ ἀναισθησίᾳ, καὶ οὐ μετεβάλλοντο ἐκ τῶν ἁμαρτημάτων, καιρὸν ἐπιτήδειον λαβὼν, καὶ περὶ τούτων εὐτόνως σφόδρα διαλέγεται, δεικνὺς ὅτι οὐ δι' ἀσθένειαν οὐδὲν ἐποίει, ἀλλὰ διὰ μακροθυμίαν. Εἶτα, ὅπερ ἔφην, ἀφ' 61.599 ἑαυτοῦ τὸν λόγον ἐπὶ τὸν Χριστὸν μεταγαγὼν, ἐπιτείνει τὸν φόβον, αὔξει τὴν ἀπειλήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ γὰρ, καὶ ἐὰν ποιήσω τι, καὶ κολάσω καὶ τιμωρήσωμαι τοὺς ἡμαρτηκότας, ἐγώ εἰμι ὁ κολάζων καὶ τιμωρούμενος; ἔστιν ὁ ἐν ἐμοὶ οἰκῶν, αὐτὸς ὁ Χριστός. Εἰ δὲ οὐ πιστεύετε τοῦτο, ἀλλὰ βούλεσθε λαβεῖν δοκιμὴν, διὰ τῶν ἔργων τοῦ ἐνοικοῦντος ἐν ἐμοὶ εἴσεσθε ταχέως· οὐδὲ γὰρ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ καὶ δυνατός ἐστι. Καὶ διὰ τί προσέθηκεν, Εἰς ὑμᾶς, καίτοι πανταχοῦ δυνατός ἐστι; κἂν γὰρ ἀπίστους βουληθῇ κολάσαι, δύναται, κἂν δαίμονας, κἂν ὁτιοῦν. Τί οὖν βούλεται ἡ προσθήκη; Σφόδρα ἐντρέποντος αὐτούς ἐστι τὸ ῥῆμα, ἀφ' ὧν ἤδη πεῖραν εἰλήφασιν· ἢ τοῦτο δηλοῦντος, ὅτι Τέως ἐν ὑμῖν τὴν δύναμιν ἐπιδείκνυται τοῖς ὀφείλουσι διορθωθῆναι. Ὃ καὶ ἀλλαχοῦ ἔλεγε· Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; γʹ. Τοὺς μὲν γὰρ ἔξω, φησὶ, τότε ἀπαιτήσει δίκην κατὰ τὴν ἡμέραν τῆς κρίσεως· ὑμᾶς δὲ καὶ νῦν, ὥστε ἐκείνης ἐξελέσθαι τῆς τιμωρίας. Ἀλλ' ὅμως καὶ τὸ κηδεμονικὸν τοῦτο καὶ διὰ φιλοστοργίαν γινόμενον, ὅρα πῶς μετὰ φόβου τίθησι καὶ πολλοῦ τοῦ θυμοῦ, λέγων· Ὃς οὐκ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ δύναται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας; Καὶ γὰρ εἰ εἵλετο, φησὶ, πρᾶγμα ὑπομεῖναι δοκοῦν ἀσθενείας ἔχειν