1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

153

ὑπόληψιν, ἀλλ' οὐδὲν τοῦτο τὴν δύναμιν αὐτοῦ διακόπτει· μένει γὰρ αὕτη ἄμαχος οὖσα, καὶ οὐδὲν τὸ πρᾶγμα τὸ δοκοῦν ἀσθενείας εἶναι ταύτην παρέβλαψεν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ δείκνυσι τὴν ἰσχὺν, ὅτι καὶ τοιοῦτον πρᾶγμα ὑπέμεινε, καὶ τὰ τῆς δυνάμεως αὐτοῦ οὐκ ἠκρωτηριάσθη. Μὴ τοίνυν σε θορυβείτω ἡ λέξις τῆς ἀσθενείας· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· καίτοι οὔτε μωρὸν, οὔτε ἀσθενὲς οὐδὲν ὁ Θεὸς ἔχει· ἀλλὰ τὸν σταυρὸν οὕτως ἐκάλεσε, τὴν τῶν ἀπίστων ὑπόνοιαν περὶ αὐτοῦ ἐξηγούμενος. Ἄκουσον γοῦν αὐτοῦ ἑαυτὸν ἑρμηνεύοντος· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι· καὶ πάλιν· Ἡμεῖς δὲ κηρύσσομεν Θεὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· καὶ πάλιν, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ὅρα πῶς πανταχοῦ τῶν ἀπίστων τὴν ὑπόνοιαν ἑρμηνεύει, μωρίαν καὶ ἀσθένειαν τὸν σταυρὸν νομιζόντων. Οὕτω δὴ καὶ ἐνταῦθα οὐ τὴν οὖσαν ἀσθένειαν λέγει, ἀλλὰ τὴν ὑποπτευομένην παρὰ τοῖς ἀπίστοις. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀσθενὴς ὢν ἐσταυρώθη, ἄπαγε. Ὅτι γὰρ ἠδύνατο μὴ σταυρωθῆναι διὰ πάντων ἔδειξε, νῦν μὲν ὑπτίους ῥίψας, νῦν δὲ 61.600 τὰς ἀκτῖνας ἀποστρέψας, καὶ συκῆν ξηράνας, καὶ τὰς ὄψεις τῶν ἐλθόντων ἐπ' αὐτὸν πηρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος. Τί οὖν ἐστιν ὅ φησιν, Ἐξ ἀσθενείας; Ὅτι εἰ καὶ ἐσταυρώθη κίνδυνον ὑπομείνας καὶ ἐπιβουλὴν (ἐδείξαμεν γὰρ τὴν ἀσθένειαν κίνδυνον καλουμένην καὶ ἐπιβουλὴν), ἀλλ' ὅμως οὐδὲν παρεβλάβη. Ταῦτα δὲ ἔλεγεν εἰς τὰ καθ' ἑαυτὸν ἕλκων τὸ ὑπόδειγμα. Ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς διωκομένους, ἐλαυνομένους, καταφρονουμένους, καὶ οὐκ ἀμυνομένους οὐδὲ ἐπεξιόντας, διδάσκων αὐτοὺς, ὅτι οὐδὲ αὐτοὶ παρὰ ἀτονίαν ταῦτα πάσχουσιν, οὐδὲ παρὰ τὸ μὴ δύνασθαι ἐπεξιέναι, ἀνάγει τὸν λόγον ἐπὶ τὸν ∆εσπότην· ἐπεὶ καὶ αὐτὸς, φησὶν, ἐσταυροῦτο, ἐδεσμεῖτο, μυρία ἔπασχε, καὶ οὐκ ἐπεξῄει, ἀλλ' ἔμενε, τὰ δοκοῦντα τῆς ἀσθενείας εἶναι ὑπομένων πράγματα, καὶ ταύτῃ τὴν δύναμιν ἐπιδεικνύμενος τὴν αὑτοῦ, ὅτι καὶ μὴ ἐπεξιὼν μηδὲ ἀμυνόμενος, οὐδὲν ὅλως παραβλάπτεται. Τὴν γοῦν ζωὴν οὐ διέκοψεν ὁ σταυρὸς, οὐδὲ ἐνεπόδισε τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀνέστη καὶ ζῇ. Ὅταν δὲ ἀκούσῃς σταυρὸν καὶ ζωὴν, τὸν περὶ τῆς οἰκονομίας ἐκδέχου λόγον· περὶ γὰρ ταύτην ὁ πᾶς οὗτος λόγος. Εἰ δέ φησιν, Ἐκ δυνάμεως Θεοῦ, [οὐχ ὡς αὐτοῦ ἀτονοῦντος ζωογονῆσαι τὴν σάρκα, ἀλλ' ἀδιάφορον αὐτῷ τὸ λέγειν καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Εἰπὼν γὰρ, Ἐκ δυνάμεως Θεοῦ,] ἐκ δυνάμεως τῆς αὐτοῦ εἴρηκεν. Ὅτι γὰρ καὶ αὐτὸς αὐτὴν ἀνέστησε καὶ διακρατεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἰ δὲ, ὅπερ αὐτοῦ ἐστιν, τοῦτο τοῦ Πατρὸς εἶναι λέγει, μὴ θορυβηθῇς· Πάντα γὰρ τὰ τοῦ Πατρός μου ἐμά ἐστι, φησί· καὶ πάλιν, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὥσπερ οὖν ἐκεῖνος ὁ σταυρωθεὶς, οὐδὲν παρεβλάβη, φησὶν, οὕτως οὐδὲ ἡμεῖς διωκόμενοι, πολεμούμενοι· διὸ καὶ ἐπάγει· Καὶ γὰρ καὶ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Ἀσθενοῦμεν ἐν αὐτῷ; ∆ιωκόμεθα, ἐλαυνόμεθα, τὰ ἔσχατα πάσχομεν, Ἀλλὰ τί ἐστιν, Ἐν αὐτῷ; ∆ιὰ τὸ κήρυγμα, φησὶ, καὶ τὴν πίστιν τὴν εἰς αὐτόν. Εἰ δὲ τὰ σκυθρωπὰ καὶ φορτικὰ ὑπομένομεν δι' αὐτὸν, εὔδηλον ὅτι καὶ τὰ φαιδρά· διὸ καὶ ἐπήγαγεν, Ἀλλὰ σωζόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἐπειδὴ γὰρ διὰ τῶν εἰρημένων ἔδειξεν ὅτι, εἰ καὶ μὴ ἐπεξέρχεται, οὐχ ὡς οὐκ ἔχων τὸν Χριστὸν ἐν ἑαυτῷ, ἀλλ' ὡς τὴν μακροθυμίαν τὴν ἐκείνου μιμούμενος τοῦ σταυρουμένου, καὶ μὴ ἀμυνομένου, πάλιν ἑτέρως τὸ αὐτὸ τοῦτο ἐργάζεται, καὶ ἐκ πλείονος περιουσίας,