1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

157

αἰώνιον, καὶ οὗτοι εἰς 61.605 κόλασιν αἰώνιον. Ἵν' οὖν τὴν μὲν φύγωμεν, τῆς δὲ ἀπολαύσωμεν, ἀφέμενοι τῆς σκιᾶς, ἐχώμεθα τῶν ἀληθινῶν πραγμάτων μετὰ σπουδῆς ἁπάσης· οὕτω 61.606 γὰρ ἐπιτευξόμεθα τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Λʹ.

∆ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς

καθαίρεσιν. αʹ. Ἤσθετο αὑτοῦ σφοδρότερον διαλεχθέντος, καὶ μάλιστα πρὸς τῷ τέλει τῆς

Ἐπιστολῆς. Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ· ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑμᾶς. ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς κατὰ σάρκα περιπατοῦντας· καὶ, Ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή· καὶ, Φοβοῦμαι μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε· καὶ πάλιν, Μή πως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· καὶ μετὰ ταῦτα, Προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἐπεὶ οὖν ταῦτά τε καὶ ἕτερα πλείονα εἴρηκε, φοβῶν, ἐντρέπων, ὀνειδίζων, καθαπτόμενος, ἀπολογούμενος ὑπὲρ ἁπάντων, φησί· ∆ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα μὴ παρὼν ἀποτόμως χρήσωμαι. Βούλομαι γὰρ ἐν τοῖς γράμμασι κεῖσθαι τὴν ἀποτομίαν, ἀλλὰ μὴ ἐν τοῖς πράγμασι· βούλομαι σφοδρὰς εἶναι τὰς Ἐπιστολὰς, ἵνα μείνωσιν ἀπειλαὶ, καὶ μὴ εἰς ἔργον ἐξέλθωσιν. Πάλιν καὶ ἐν ταύτῃ τῇ ἀπολογίᾳ φοβερώτερον ποιεῖ τὸν λόγον, καὶ δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ μέλλων κολάζειν, ἀλλ' ὁ Θεός· ἐπήγαγε γὰρ, Κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος· καὶ πάλιν δεικνὺς ὅτι οὐκ ἐπιθυμεῖ τῇ ἐξουσίᾳ εἰς τὴν ἐκείνων ἀποχρήσασθαι τιμωρίαν. Προσέθηκε γὰρ, Οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν. Καὶ ᾐνίξατο μὲν τοῦτο νῦν, ὅπερ ἔφην· ἀλλὰ κατέλιπεν αὐτοῖς ἀναλογίσασθαι, ὅτι ἐὰν ἀδιόρθωτοι μείνωσι, καὶ τοῦτο πάλιν οἰκοδομή ἐστι, τὸ τοὺς οὕτω διακειμένους κολάζειν. Καὶ γὰρ οὕτως ἔχει, καὶ αὐτὸς τοῦτο οἶδε, καὶ διὰ τῶν ἔργων ἔδειξε. Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ' ὑμῶν. Τί ἐστι, Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε; ἐλύπησας, ἐφόβησας, εἰς ἀγωνίαν ἐνέβαλες, τρέμειν ἐποίησας καὶ δεδοικέναι, καὶ πῶς κελεύεις χαίρειν; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο κελεύω χαίρειν. Εἰ γὰρ τὰ παρ' ὑμῶν, φησὶν, ἀκολουθήσειε τοῖς παρ' ἐμοῦ, οὐδὲν ἔσται τὸ κωλύον τὴν χαράν. Τὰ μὲν γὰρ ἐμὰ ἅπαντα 61.606 γέγονεν· ἐμακροθύμησα, ἀνεβαλόμην, οὐκ ἐξέκοψα, παρεκάλεσα, συνεβούλευσα, ἐφόβησα, ἠπείλησα, ὥστε πανταχόθεν ὑμᾶς συναγαγεῖν εἰς τὸν τῆς μετανοίας καρπόν. ∆εῖ δὲ λοιπὸν γενέσθαι τὰ παρ' ὑμῶν. καὶ οὕτως ἀμάραντος ὑμῖν ἡ χαρά. Καταρτίζεσθε. Τί ἐστι, Καταρτίζεσθε; Τέλειοι γίνεσθε, ἀναπληροῦτε τὰ λείποντα. Παρακαλεῖσθε. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, καὶ μεγάλοι οἱ κίνδυνοι, φησί· Παρακαλεῖσθε καὶ ὑπ' ἀλλήλων, καὶ ὑφ' ἡμῶν, καὶ ὑπὸ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Εἰ γὰρ ἀπὸ τοῦ συνειδότος γένοιτο χαρὰ καὶ τέλειοι κατασταίητε, οὐδὲν λείπει εἰς εὐθυμίαν ὑμῖν καὶ παράκλησιν· οὐδὲν γὰρ οὕτω ποιεῖ παράκλησιν, ὡς καθαρὸν συνειδὸς, κἂν μυρίοι περικέωνται πειρασμοί. Τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· ὃ καὶ ἐν τῇ προτέρᾳ