1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

158

Ἐπιστολῇ ἐκ προοιμίων ᾔτησεν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ μὴ εἰρηνεύειν, ὅταν ἐν τοῖς δόγμασι συμβαίνωσί τινες, ἐν δὲ τοῖς πρὸς ἀλλήλους διαστασιάζωσιν. Ἀλλὰ ἀμφότερα ὁ Παῦλος ἀπαιτεῖ. Καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. Οὐ γὰρ δὴ μόνον παραινεῖ καὶ συμβουλεύει, ἀλλὰ καὶ ἐπεύχεται. Ἢ γὰρ ἐπεύχεται τοῦτο, ἢ προλέγει τὸ ἐσόμενον· μᾶλλον δὲ ἀμφότερα. Ἐὰν γὰρ ταῦτα ποιῆτε, φησὶν, οἷον, ἐὰν τὸ αὐτὸ φρονῆτε καὶ εἰρηνεύητε, ἔσται καὶ ὁ Θεὸς μεθ' ὑμῶν· ἀγάπης γάρ ἐστιν ὁ Θεὸς καὶ εἰρήνης, καὶ τούτοις χαίρει, τούτοις εὐφραίνεται. Ἐντεῦθεν ὑμῖν καὶ εἰρήνη ἀπὸ τῆς ἀγάπης αὐτοῦ· ἐντεῦθεν τῶν κακῶν ἡ ἀναίρεσις ἁπάντων. Αὕτη τὴν οἰκουμένην ἔσωσεν, αὕτη τὸν χρόνιον πόλεμον κατέλυσεν, αὕτη τῷ οὐρανῷ τὴν γῆν ἀνέμιξεν, αὕτη τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. Ταύτην τοίνυν καὶ ἡμεῖς ἀγαπήσωμεν· μυρίων γὰρ ἀγαθῶν μήτηρ ἡ ἀγάπη. ∆ιὰ ταύτης ἐσώθημεν, διὰ ταύτης ἡμῖν τὰ ἀπόῤῥητα ἀγαθὰ ἅπαντα. Εἶτα ἐνάγων αὐτοὺς εἰς ταύτην, φησίν· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Τί ἐστιν, Ἁγίῳ; Μὴ ὑπούλῳ, μὴ δολερῷ, καθάπερ ὁ Ἰούδας τὸν Χριστὸν ἐφίλησε. ∆ιὰ γὰρ τοῦτο τὸ φίλημα δέδοται, ἵνα ἐμπύρευμα τῆς ἀγάπης γένηται, ἵνα ἀνακαίῃ τὴν διάθεσιν, ἵνα οὕτως ἀλλήλους φιλῶμεν, ὡς ἀδελφοὺς ἀδελφοὶ, ὡς παῖδες πατέρας, ὡς πατέρες παῖδας· μᾶλλον δὲ καὶ πολλῷ πλεῖον· ἐκεῖνα μὲν γὰρ φύσεως, ταῦτα δὲ χάριτος. Οὕτως αἱ ψυχαὶ ἀλλήλαις συνδέονται. ∆ιὰ τοῦτο καὶ ἐξ ἀποδημίας ἐπανιόντες ἀλλήλους φιλοῦμεν, τῶν ψυχῶν ἐπιγινομένων εἰς τὴν πρὸς ἀλλήλους συνουσίαν. Τοῦτο γὰρ μάλιστά ἐστι τὸ μέλος τὸ τῆς ψυχῆς κηρύττον ἡμῖν τὸ φίλτρον. βʹ. Ἐπὶ δὲ τοῦ φιλήματος τούτου τοῦ ἁγίου ἔστι καὶ ἕτερον λόγον εἰπεῖν. Ποῖον δὴ τοῦτον; Ναός ἐσμεν τοῦ Χριστοῦ· τὰ τοίνυν πρόθυρα φιλοῦμεν τοῦ ναοῦ καὶ τὴν εἴσοδον, ἀλλήλους φιλοῦντες. Ἢ οὐχ ὁρᾶτε ὅσοι καὶ τὰ 61.607 πρόθυρα τοῦ ναοῦ τούτου φιλοῦσιν, οἱ μὲν κύψαντες, οἱ δὲ τῇ χειρὶ κατέχοντες, καὶ τῷ στόματι τὴν χεῖρα προσάγοντες; Καὶ διὰ τούτων τῶν πυλῶν καὶ τῶν θυρῶν καὶ εἰσῆλθε καὶ εἰσέρχεται πρὸς ἡμᾶς ὁ Χριστὸς, ἡνίκα ἂν κοινωνῶμεν. Ἴστε οἱ τῶν μυστηρίων μετέχοντες τὸ λεγόμενον. Καὶ γὰρ οὐχ ὡς ἔτυχε τὸ στόμα ἡμῶν τετίμηται δεχόμενον τὸ σῶμα τὸ ∆εσποτικόν. ∆ιὰ τοῦτο μάλιστα ἐνταῦθα φιλοῦμεν. Ἀκουέτωσαν οἱ αἰσχρὰ φθεγγόμενοι, οἱ λοιδορίας ἐξάγοντες, καὶ φριττέτωσαν οἷον καταισχύνουσι στόμα· ἀκουέτωσαν οἱ αἰσχρῶς φιλοῦντες· ἄκουσον οἷα ἔχρησε διὰ τοῦ στόματός σου ὁ Θεὸς, καὶ φύλαξον αὐτὸ ἀκηλίδωτον. Περὶ τῆς μελλούσης ζωῆς διελέχθη, περὶ ἀναστάσεως, περὶ ἀθανασίας, ὅτι ὁ θάνατος οὐ θάνατος, τὰ ἄλλα μυρία ἀπόῤῥητα. Ὥσπερ γὰρ εἰς χρηστήριον παραγίνεται πρὸς τὸ στόμα τοῦ ἱερέως ὁ μυσταγωγεῖσθαι μέλλων. Ἀκούσωμεν ὅσαπέρ ἐστι φρίκης μεστά. Καὶ γὰρ ἀπώλεσεν αὐτοῦ τὴν ζωὴν ἐκ προγόνων, καὶ ἔρχεται αὐτὴν ἀναζητήσων, καὶ ἐρωτήσων πῶς ἂν αὐτὴν εὕροι καὶ ἀνακτήσαιτο. Εἶτα αὐτῷ ὁ Θεὸς χρᾷ πῶς ἂν εὑρεθείη, καὶ γίνεται τοῦ ἱλαστηρίου τὸ στόμα τοῦτο φρικωδέστερον. Ἐκεῖνο μὲν γὰρ τὸ ἱλαστήριον οὐδαμοῦ τοιαύτην ἠφίει φωνὴν, ἀλλὰ πολὺ περὶ ἐλαττόνων διελέγετο πραγμάτων, περὶ πολέμων καὶ εἰρήνης τῆς κάτω· ταῦτα δὲ ἅπαντα περὶ οὐρανοῦ, καὶ τῆς μελλούσης ζωῆς, καὶ πραγμάτων καινῶν καὶ διάνοιαν ὑπερβαινόντων. Εἰπὼν δὲ, Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ, ἐπήγαγεν· Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες· κἀντεῦθεν διδοὺς αὐτοῖς χρηστὰς ἐλπίδας. Τοῦτο προέγραψεν ἀντὶ τοῦ φιλήματος, διὰ τῆς προσρήσεως αὐτοὺς συνάπτων· ἀπὸ γὰρ τοῦ αὐτοῦ στόματος, οὗ τὸ φίλημα, πρόεισι καὶ τὰ ῥήματα. Εἶδες πῶς ἅπαντας συνάγει, καὶ τοὺς πόῤῥωθεν διεστῶτας τοῖς σώμασι, καὶ τοὺς πλησίον, τοὺς μὲν διὰ τοῦ φιλήματος, τοὺς δὲ διὰ τῶν γραμμάτων; Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν. Ἐπειδὴ συνῆψεν αὐτοὺς ἀλλήλοις διὰ τῶν ἀσπασμῶν καὶ τῶν φιλημάτων, πάλιν εἰς εὐχὴν καταλύει τὸν λόγον, μετὰ πολλῆς τῆς ἀκριβείας συνάπτων αὐτοὺς καὶ τῷ Θεῷ. Ποῦ νῦν οἱ λέγοντες, Ἐπειδὴ