1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

159

οὐκ ἐντέτακται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προοιμίοις τῶν Ἐπιστολῶν οὐκ ἔστι τῆς αὐτῆς οὐσίας; Ἰδοὺ γὰρ νῦν μετὰ τοῦ Πατρὸς αὐτὸ κατέλεξε καὶ τοῦ Υἱοῦ. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι Κολοσσαεῦσιν ἐπιστέλλων, καὶ εἰπὼν, Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, τὸν Υἱὸν ἐσίγησε, καὶ οὐ προσέθηκεν, ὡς ἐν πάσαις ταῖς Ἐπιστολαῖς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἆρα οὖν οὐδὲ Υἱὸς ἔσται τῆς αὐτῆς οὐσίας διὰ τοῦτο; Ἀλλὰ ἐσχάτης ταῦτα ἀνοίας. Καὶ γὰρ αὐτὸ τοῦτο μάλιστα δείκνυσι τῆς αὐτῆς οὐσίας ὄντα αὐτὸν, τὸ διαφόρως κεχρῆσθαι τὸν Παῦλον τούτῳ. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουσον πῶς Υἱοῦ 61.608 καὶ Πνεύματος μέμνηται, καὶ τὸν Πατέρα ἀποσιγᾷ. Κορινθίοις γὰρ γράφων φησὶν, Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Τί οὖν, εἰπέ μοι, οὐκ ἐβαπτίσθησαν εἰς Πατέρα οὗτοι; Οὐκοῦν οὐδὲ ἀπελούσαντο, οὐδὲ ἡγιάσθησαν. Ἀλλὰ ἐβαπτίσαντο· ὥσπερ οὖν καὶ ἐβαπτίσαντο. Πῶς οὖν οὐκ εἶπεν, ὅτι Ἀπελούσασθε ἐν τῷ ὀνόματι τοῦ Πατρός; Ὅτι ἀδιάφορον αὐτῷ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης μεμνῆσθαι τῆς ὑποστάσεως· καὶ εὕροις ἂν τοῦτο πολλαχοῦ τῶν Ἐπιστολῶν τὸ ἔθος. Καὶ γὰρ Ῥωμαίοις γράφων, φησὶ, Παρακαλῶ οὖν ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· καίτοι καὶ τοῦ Υἱοῦ εἰσιν οἱ οἰκτιρμοί· καὶ, Παρακαλῶ δὲ ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Πνεύματος· καίτοι καὶ τοῦ Πατρός ἐστιν ἡ ἀγάπη. Τίνος οὖν ἕνεκεν οὐκ ἐμνήσθη ἐν τοῖς οἰκτιρμοῖς τοῦ Υἱοῦ, οὐδὲ ἐν τῇ ἀγάπῃ τοῦ Πατρός; Ὅτι ὡς δῆλα καὶ ὡμολογημένα ἐσίγησεν. Εὑρεθήσεται δὲ καὶ τὰ δῶρα αὐτὰ πάλιν ἀντιστρόφως τιθείς. Εἰπὼν γὰρ, Ἡ χάρις τοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, ἀλλαχοῦ τὴν κοινωνίαν τοῦ Υἱοῦ, καὶ τὴν ἀγάπην τοῦ Πνεύματός φησι. Παρακαλῶ γὰρ ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, φησί. Καὶ ἐν τῇ πρὸς Κορινθίους, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Οὕτω τὰ τῆς Τριάδος ἀδιαίρετα· καὶ οὗ τοῦ Πνεύματός ἐστιν ἡ κοινωνία, εὑρέθη καὶ τοῦ Υἱοῦ· καὶ οὗ τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· Χάρις γὰρ ὑμῖν, φησὶν, ἀπὸ Θεοῦ Πατρός. Καὶ ἀλλαχοῦ πολλὰ αὐτῆς εἴδη καταλέξας, ἐπήγαγε, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Καὶ ταῦτα λέγω, οὐ συναλείφων τὰς ὑποστάσεις, ἄπαγε, ἀλλὰ εἰδὼς καὶ τὸ τούτων ἰδιάζον καὶ διῃρημένον, καὶ τῆς οὐσίας τὴν ἑνότητα. γʹ. Μένωμεν τοίνυν καὶ τῶν δογμάτων τούτων τὴν ἀκρίβειαν ἔχοντες, καὶ τοῦ Θεοῦ τὴν ἀγάπην ἐπισπώμενοι. Πρότερον μὲν γὰρ μισοῦντας ἠγάπησε, καὶ ἐχθροὺς ὄντας κατήλλαξε· λοιπὸν δὲ ἀγαπῶντας ἀγαπᾷν βούλεται. Μένωμεν τοίνυν ἀγαπῶντες αὐτὸν, ὥστε καὶ παρ' αὐτοῦ ἀγαπᾶσθαι. Εἰ γὰρ παρὰ ἀνθρώπων δυνατῶν ἀγαπώμενοι, φοβεροὶ πᾶσίν ἐσμεν, πολλῷ μᾶλλον παρὰ τοῦ Θεοῦ. Κἂν χρήματα δέῃ, κἂν σώματα, κἂν αὐτὴν τὴν ψυχὴν ὑπὲρ ταύτης δοῦναι τῆς ἀγάπης, μὴ φεισώμεθα. Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥημάτων λέγειν, ὅτι ἀγαπῶμεν, ἀλλὰ χρὴ καὶ τὴν τῶν πραγμάτων παρέχειν ἀπόδειξιν· οὐδὲ γὰρ αὐτὸς διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἔδειξε τὴν ἀγάπην. ∆εῖξον τοίνυν καὶ σὺ διὰ τῶν ἔργων τοῦτο, καὶ ποίει τὰ δοκοῦντα αὐτῷ· οὕτω γὰρ αὐτὸς καρπώσῃ τὸ κέρδος πάλιν. Ἐκεῖνος γὰρ οὐδενὸς δεῖται τῶν παρ' ἡμῶν· ὃ καὶ μάλιστα γνησίας ἀγάπης, τὸ μὴ δεόμενον μηδὲ ἐν χρείᾳ καθεστῶτα, πάντα ποιεῖν ὑπὲρ τοῦ φιλεῖσθαι παρ' ἡμῶν. ∆ιὸ καὶ Μωϋσῆς ἔλεγε, Τί γὰρ ζητεῖ Κύριος ὁ Θεὸς παρ' ὑμῶν, ἀλλ' ἢ ἀγαπᾷν αὐτὸν, καὶ ἕτοιμον εἶναί σε τοῦ πορεύεσθαι ὀπίσω αὐτοῦ; Ὥστε, 61.609 ὅταν αὐτὸν κελεύῃ φιλεῖν, τότε μάλιστα δείκνυσιν ὅτι σε φιλεῖ. Οὐδὲν γὰρ οὕτω συγκροτεῖ τὴν σωτηρίνα τὴν ἡμετέραν, ὡς τὸ αὐτὸν ἀγαπᾷν. Ὅρα γοῦν, ὅτι καὶ τὰ ἐπιτάγματα αὐτοῦ πάντα εἰς τὴν ἡμετέραν ἀνάπαυσιν καὶ σωτηρίαν καὶ εὐδοκίμησιν συντείνει. Καὶ γὰρ ὅταν εἴπῃ, Μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, μακάριοι οἱ πραεῖς, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ εἰρηνοποιοὶ, αὐτὸς μὲν οὐδὲν ἐντεῦθεν καρποῦται, ἡμᾶς δὲ καλλωπίζων