1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

6

παρ' ὑμῶν· ἐνταῦθα δὲ οὐκ εἶπεν, ὅτι διδάσκομεν αὐτοὺς, ἀλλὰ, καυχώμεθα καὶ σεμνυνόμεθα. Εἰ τοίνυν ἡμεῖς ἐφ' ὑμῖν καὶ εὐχαριστοῦμεν τῷ Θεῷ, καὶ καυχώμεθα παρὰ ἀνθρώποις, πολλῷ μᾶλλον ὑμᾶς ἐπὶ τοῖς ἡμετέροις χρὴ καλοῖς τοῦτο ποιεῖν. Εἰ γὰρ ἑτέροις καυχήματός ἐστιν ἄξια τὰ κατορθώματα ὑμῶν, πῶς ἡμῖν θρήνων; Οὐκ ἔστιν εἰπεῖν· Ὥστε ἡμᾶς αὐτοὺς, φησὶν, ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως. Ἐνταῦθα δείκνυσι καὶ πολὺν παρελθόντα χρόνον· ἡ γὰρ ὑπομονὴ ἀπὸ χρόνου φαίνεται πολλοῦ, οὐκ ἐν δύο καὶ τρισὶν ἡμέραις. Οὐχ ἁπλῶς δέ φησιν ὑπομονήν. 62.475 Μάλιστα μὲν οὖν καὶ τὸ τῶν ἐπηγγελμένων ἀγαθῶν μὴ ἤδη ἀπολαύειν, ὑπομονῆς ἐστι· νῦν δὲ καὶ μείζονα λέγει ὑπομονήν. Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν διωγμῶν. Ὅτι δὲ ταύτην αἰνίττεται, δῆλον ἐξ ὧν ἐπάγει καὶ λέγει· Ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε. Πολεμίοις γὰρ συνέζων διηνεκῶς πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στεῤῥὰν καὶ ἀκίνητον τὴν ὑπομονὴν ἐπεδείκνυντο. Αἰσχυνέσθωσαν ὅσοι διὰ προστασίαν ἀνθρώπων εἰς δόγματα μεθίστανται. Ἔτι γὰρ ἀρχῆς οὔσης τοῦ κηρύγματος, ἄνθρωποι πένητες καὶ ἀπὸ τῆς καθημερινῆς ζῶντες ἐργασίας πρὸς ἄνδρας πολιτευομένους καὶ πρώτους τῆς πόλεως ἔχθρας ἀνεδέχοντο, οὔτε βασιλέως, οὔτε ἄρχοντος ὄντος που πιστοῦ, καὶ πόλεμον ἀκήρυκτον ὑφίσταντο, καὶ οὐδὲ οὕτως ἐξίσταντο. Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ὅρα πῶς αὐτοῖς συνάγει τὴν παραμυθίαν. Εἶπεν, ὅτι Εὐχαριστοῦμεν τῷ Θεῷ, εἶπεν, ὅτι Καυχώμεθα παρὰ ἀνθρώποις. Καλὰ μὲν οὖν καὶ ταῦτα· ἀλλ' ὃ μάλιστα ζητεῖ ὁ ὀδυνώμενος, τοῦτό ἐστιν, ἀπαλλαγὴν τῶν κακῶν, καὶ τιμωρίαν τῶν κακῶς αὐτοὺς διατιθέντων. Ὅταν γὰρ ἀσθενὴς ᾖ ἡ ψυχὴ, ταῦτα μάλιστα ἐπιζητεῖ· ἡ γὰρ φιλόσοφος, οὐδὲ τοῦτο. Τί οὖν ἐστιν ὅ φησιν, Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ; Ἤδη τὴν ἀνταπόδοσιν ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡς ἂν εἰ ἔλεγεν· ἵν', ὅταν ὑμᾶς μὲν στεφανοῖ, ἐκείνους δὲ κολάζῃ, δεικνύηται τὸ δίκαιον τοῦ Θεοῦ. Ἅμα αὐτοὺς καὶ παραμυθεῖται, δεικνὺς ὅτι ἀπὸ τῶν οἰκείων πόνων καὶ τῶν ἱδρώτων καὶ κατὰ τὸν τῆς δικαιοσύνης λόγον στεφανοῦνται. Ἀλλὰ πρότερον τίθησι τὸ αὐτῶν. Εἰ γὰρ καὶ σφόδρα ἐπιθυμεῖ τις τὴν ἐκδικίαν, ἀλλὰ πρότερον τῶν ἐπάθλων ὀρέγεται. ∆ιὰ τοῦτο καὶ ἐπάγει λέγων· Εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε. Οὐκ ἄρα οὖν ἀπὸ τοῦ δυνατωτέρους εἶναι τοὺς ἀδικοῦντας τοῦτο γίνεται, ἀλλ' ἀπὸ τοῦ δεῖν οὕτως εἰς τὴν βασιλείαν εἰσιέναι. ∆ιὰ πολλῶν γὰρ θλίψεων, φησὶ, δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ. Τὸ, εἴπερ, ἐνταῦθα ἀντὶ τοῦ, ἐπεὶ, κεῖται· ὅπερ ἐπὶ τῶν σφόδρα ὁμολογουμένων καὶ ἡμεῖς τίθεμεν καὶ ἀναντιῤῥήτων· ἀντὶ τοῦ, σφόδρα δίκαιον. Εἰ δίκαιόν ἐστι, φησὶ, παρὰ Θεῷ τούτους ἀμύνασθαι, πάντως ἀμυνεῖται· ὡς ἂν εἰ ἔλεγεν· εἰ μέλει τῷ Θεῷ τῶν πραγμάτων, εἰ φροντίζει ὁ Θεός. Οὕτω καὶ αὐτὸς τίθησι τὸ εἴπερ τοῦτο, ὡς ἐπὶ ὡμολογημένων· ὡς εἰ ἔλεγέ τις· εἰ μισεῖ τοὺς πονηροὺς ὁ Θεός· διὰ τοῦτο λέγων οὕτως, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν, ὅτι μισεῖ· μάλιστα γὰρ αἱ τοιαῦται ψῆφοι ἀναμφίλεκτοί εἰσιν· ὡς καὶ αὐτῶν ἐκείνων εἰδότων, ὅτι δίκαιόν ἐστιν. Εἰ γὰρ παρὰ ἀνθρώποις τοῦτο δίκαιον, πολλῷ μᾶλλον παρὰ τῷ Θεῷ. Ἀνταποδοῦναι, φησὶ, τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις μεθ' ἡμῶν ἄνεσιν. γʹ. Τί οὖν; ἴση ἡ ἀνταπόδοσις; Οὐδαμῶς· ἀλλ' ὅρα διὰ τῶν ἑξῆς πῶς δείκνυσι σφοδροτέραν οὖσαν, καὶ τὴν ἄνεσιν πολλῷ μείζονα. Ἰδοὺ καὶ ἑτέρα παράκλη 62.476 σις· τοὺς κοινωνοὺς γὰρ τῶν θλίψεων καὶ ἐν τῇ ἀνταποδόσει κοινωνοὺς ἔχειν φησί (τοῦτο