1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

8

φορτικὸν τῶν ῥημάτων; Μὴ γὰρ, ἂν σιγήσῃς, τὴν γέενναν ἔσβεσας; μὴ γὰρ, ἂν εἴπῃς, ἀνῆψας; Ἄν τε εἴπῃς, ἄν τε μὴ εἴπῃς, ἀναβράσεται τὸ πῦρ. Λεγέσθω συνεχῶς περὶ αὐτῆς, ἵνα μηδέποτε ἐμπέσῃς εἰς αὐτήν. Οὐκ ἔστι ψυχὴν μεριμνῶσαν περὶ γεέννης ἁμαρτεῖν ταχέως· ἄκουε γὰρ τῆς ἀρίστης παραινέσεως· Μιμνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Οὐκ ἔστι ψυχὴν δεδοικυῖαν ὑπὲρ εὐθυνῶν μὴ ὀκνηρὰν εἶναι περὶ τὰ πλημμελήματα· φόβος γὰρ ἐνακμάζων διανοίᾳ, οὐδὲν ἀφίησι κοσμικὸν εἶναι ἐν αὐτῇ. Εἰ γὰρ λόγος περὶ αὐτῆς κινούμενος οὕτω ταπεινοῖ καὶ συστέλλει, λογισμὸς διαπαντὸς ἐνοικῶν ταῖς ψυχαῖς οὐχὶ παντὸς πυρὸς μᾶλλον ἐκκαθαίρει ψυχήν; Βασιλείας μὴ οὕτω μνημονεύωμεν, ὡς γεέννης· μᾶλλον γὰρ ὁ φόβος ἰσχύει τῆς ἐπαγγελίας· καὶ οἶδα ὅτι πολλοὶ κατεφρόνησαν ἂν μυρίων ἀγαθῶν, εἰ τῆς κολάσεως ἦσαν ἀπηλλαγμένοι· ὅπου γε καὶ νῦν ἐμοὶ ἀρκεῖ τὸ μὴ τιμωρηθῆναι, τὸ μὴ κολασθῆναι. Οὐδεὶς τῶν γέενναν ἐχόντων πρὸ ὀφθαλμῶν, εἰς γέενναν ἐμπεσεῖται· οὐδεὶς τῶν καταφρονούντων γεέννης ἐκφεύξεται γέενναν. Καθάπερ γὰρ παρ' ἡμῖν οἱ μὲν δεδοικότες τὰ δικαστήρια, οὐχ ἁλώσονται δικαστηρίοις, οἱ δὲ καταφρονοῦντες, ἐκεῖνοι μάλιστά εἰσιν οἱ περιπίπτοντες· οὕτω κἀκεῖ. Εἰ μὴ ἔδεισαν τὴν καταστροφὴν οἱ Νινευῖται, κατεστράφησαν ἄν· ἐπειδὴ δὲ ἔδεισαν, οὐ κατεστράφησαν. Εἰ ἔδεισαν ἐπὶ τοῦ Νῶε τὸν κατακλυσμὸν, οὐκ ἂν κατεκλύσθησαν· καὶ οἱ Σοδομῖται εἰ ἔδεισαν, οὐκ ἂν κατεκαύθησαν. Μέγα κακὸν τὸ καταφρονεῖν ἀπειλῆς· ὁ καταφρονῶν ἀπειλῆς, ταχέως τῆς διὰ τῶν πραγμάτων αἰσθήσεται πείρας. Οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ περὶ γεέννης διαλέγεσθαι· ἀργύρου παντὸς καθαρωτέρας ἡμῖν ἐργάζεται τὰς ψυχάς. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος, ὅτι Τὰ κρίματά σου ἐνώπιόν μού ἐστι διαπαντός. Καὶ ὁ Χριστὸς δὲ συνεχῶς περὶ αὐτῆς διαλέγεται. Εἰ γὰρ καὶ λυπεῖ τὸν ἀκροατὴν, ἀλλ' ὠφελεῖ τὰ μέγιστα. δʹ. Τοιαῦτα γὰρ τὰ ὠφελοῦντα πάντα· καὶ μὴ θαυμάσῃς· καὶ γὰρ φάρμακα καὶ σιτία πρότερον λυποῦντα τὸν ἀσθενοῦντα, τότε τὴν ὠφέλειαν ἐπάγει. Εἰ δὲ ῥημάτων οὐκ ἀνεχόμεθα βαρύτητος, εὔδηλον, ὅτι τῆς διὰ τῶν πραγμάτων θλίψεως οὐκ ἀνεξόμεθα· εἰ τῶν περὶ γεέννης οὐδεὶς ἀνέχεται λόγων, εὔδηλον ὅτι, εἰ διωγμὸς κατέλαβε, πρὸς πῦρ, πρὸς σίδηρον οὐδεὶς ἂν ἔστη ποτέ. Γυμνάσωμεν τὴν ἀκοὴν ἡμῶν μὴ μαλακίζεσθαι· ἀπὸ τούτου γὰρ καὶ ἐπὶ τὰ πράγματα ἥξομεν. Ἂν ἐθισθῶμεν ἀκούειν φοβερὰ, ἐθισθησόμεθα καὶ ὑπομένειν φοβερά· ἂν δὲ οὕτως ὦμεν διαλελυμένοι, ὡς μηδὲ ῥήματα φέρειν, πότε πρὸς τὰ πράγματα 62.478 στησόμεθα; Ὁρᾷς πῶς καταφρονεῖ τῶν ἐνταῦθα πάντων, καὶ τῶν ἐπαλλήλων κινδύνων ὁ μακάριος Παῦλος; ∆ιὰ τί; Ὅτι μεμελετήκει καὶ γεέννης καταφρονεῖν ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων. Ἐκεῖνος οὐδὲ τὴν πεῖραν τῆς γεέννης ἡγεῖτό τι εἶναι διὰ τὸν τοῦ Χριστοῦ πόθον· ἡμεῖς ὑπὲρ τῶν ἡμῖν συμφερόντων οὐδὲ τῶν περὶ αὐτῆς λόγων ἀνεχόμεθα. Νῦν μὲν οὖν ὀλίγα ἀκούσαντες ἀπέρχεσθε· δέομαι δὲ ὑμῶν, εἴ τίς ἐστιν ἐν ὑμῖν ἀγάπη, διαπαντὸς τοὺς περὶ τούτων στρέφειν λόγους. Οὐδὲν βλάψαι δυνήσονται, κἂν μὴ ὠφελήσωσι· πάντως δὲ καὶ ὠφελήσουσι· πρὸς γὰρ τὰς διαλέξεις καὶ ἡ ψυχὴ ποιοῦται. Φθείρουσι, φησὶν, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Οὐκοῦν ὠφελοῦσιν ὁμιλίαι ἀγαθαί· οὐκοῦν καὶ σωφρονίζουσιν ὁμιλίαι φοβεραί. Ὥσπερ γὰρ κηρός τίς ἐστιν ἡ ψυχή· ἂν μὲν γὰρ ψυχρὰς ἐπαγάγῃς ὁμιλίας, ἐπώρωσας αὐτὴν καὶ ἐσκλήρυνας· ἂν δὲ πεπυρωμένας, ἐμάλαξας· μαλάξας δὲ, τυποῖς πρὸς ὅπερ ἂν θέλῃς, καὶ τὴν εἰκόνα τὴν βασιλικὴν ἐγχαράττεις. Ἀποφράττωμεν τοίνυν ἡμῶν τὰς ἀκοὰς πρὸς τὰς ὁμιλίας τὰς εἰκῆ· οὐκ ἔστι μικρὸν τὸ κακόν· ἀπὸ τούτου γίνεται πάντα τὰ κακά. Εἰ μεμελετήκει ἡμῶν ἡ διάνοια προσέχειν θείοις λόγοις, οὐκ ἂν προσέσχεν ἑτέροις· οὐ προσέχουσα δὲ ἑτέροις, οὐκ ἂν οὐδὲ τὰ πράγματα μετῆλθε τὰ πονηρά. Ὁδὸς γὰρ ἐπὶ τὰ ἔργα λόγος ἐστί· πρῶτον ἐννοοῦμεν, εἶτα φθεγγόμεθα, εἶτα πράττομεν. Πολλοὶ