1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

18

ἐγκωμίου ἡ αἴτησις· Καθάπερ, φησὶ, καὶ πρὸς ὑμᾶς. Καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Τοῦτο δηλοῦντός ἐστι καὶ τοὺς αὐτοῦ κινδύνους· διὸ μάλιστα αὐτοὺς παρεκάλει. Ἀπὸ τῶν ἀτόπων, φησὶ, καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Ἄρα περὶ τῶν ἀντιλεγόντων τῷ κηρύγματι λέγει, περὶ τῶν ἀνθισταμένων καὶ μαχομένων τοῖς δόγμασι. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐ γὰρ πάντων ἡ πίστις. Οὐ κινδύνους ἐνταῦθά μοι δοκεῖ αἰνίττεσθαι, ἀλλὰ τοὺς ἀντιλέγοντας καὶ ἐμποδίζοντας αὐτοῦ τῷ λόγῳ, ὥσπερ ἦν ὁ Ὑμεναῖος, ὥσπερ Ἀλέξανδρος ὁ χαλκεύς. Λίαν γὰρ, φησὶν, ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις· ὡς ἂν περὶ κλήρου εἰ ἔλεγέ τις πατρικοῦ, ὅτι οὐ πάντων ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις, οὕτω καὶ αὐτὸς ἀφ' ὧν βούλεται ῥυσθῆναι πονηρῶν, εἰσὶ τοιοῦτοι, φησὶν, οἷς δέδοται τὸ μὴ πιστεύειν. Ἅμα δὲ τοῦτο λέγων καὶ διανίστησιν αὐτούς. Ἄρα μεγάλοι τινὲς ἦσαν, εἴ γε τοσαύτην ἔχουσι παῤῥησίαν, ὡς δύνασθαι καὶ τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν, καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα. Οὐκοῦν καὶ ἡμεῖς τὰ αὐτὰ πρὸς ὑμᾶς λέγομεν. Μηδεὶς ἡμῶν ἀπόνοιαν καταγινωσκέτω· μηδεὶς ὑμῶν ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀποστερείτω ἡμᾶς τοσαύτης βοηθείας. Οὔτε γὰρ ἀπὸ τῆς αὐτῆς διανοίας λέγομεν, ἀφ' ἧς Παῦλος ἔλεγεν· ἐκεῖνος μὲν γὰρ παρακαλέσαι τοὺς μαθητὰς βουλόμενος, ταῦτα ἔλεγεν· ἡμεῖς δὲ καρποῦσθαί τι μέγα καὶ χρηστόν· καὶ σφόδρα πιστεύομεν ὅτι πάντα κατορθώσομεν, ἂν ἐθελήσητε πάντες ὁμοθυμαδὸν τὰς χεῖρας ἐκτείνειν πρὸς τὸν Θεὸν ὑπὲρ τῆς ἡμετέρας σμικρότητος. Οὕτω πολεμῶμεν τοῖς ἐχθροῖς εὐχαῖς καὶ ἱκετηρίαις. Εἰ γὰρ τοῖς ἐνόπλοις οὕτως ἐπολέμουν οἱ παλαιοὶ, πολλῷ μᾶλλον τοῖς χωρὶς ὅπλων οὕτω δεῖ πολεμεῖν. Οὕτως ἐτροπώσατο Ἐζεκίας τὸν Ἀσσύριον, οὕτως ὁ Μωϋσῆς τὸν Ἀμαλὴκ, οὕτω τοὺς Ἀσκαλωνίτας ὁ Σαμουὴλ, οὕτως ὁ Ἰσραὴλ τοὺς τριά 62.490 κοντα δύο βασιλεῖς. Εἰ ἔνθα ὅπλων ἔδει καὶ παρατάξεως καὶ μάχης, τὰ ὅπλα ἀφέντες ἐπὶ τὴν εὐχὴν κατέφυγον· ἔνθα εὐχαῖς μόνον ἀνυσθῆναι τὰ πράγματα χρὴ, πῶς οὐ πολλῷ μᾶλλον εὔχεσθαι δεῖ; Ἀλλ' ἐκεῖ, φησὶν, οἱ ἡγούμενοι ὑπὲρ τοῦ λαοῦ παρεκάλουν· σὺ δὲ ἀξιοῖς τὸν λαὸν ὑπὲρ τοῦ ἡγουμένου παρακαλεῖν; Οἶδα κἀγώ. Τότε μὲν γὰρ οἱ ἀρχόμενοι ταλαίπωροί τινες ἦσαν καὶ εὐτελεῖς· διόπερ ἀπὸ τῆς παῤῥησίας καὶ τῆς ἀρετῆς τοῦ στρατηγοῦντος ἐσώζοντο μόνης· νυνὶ δὲ ὅτε ἡ τοῦ Θεοῦ χάρις ἐπέδωκε, καὶ ἐν τοῖς ἀρχομένοις πολλοὺς, μᾶλλον δὲ τοὺς πλείους εὑρήσομεν τοῦ κρατοῦντος ἐκ πολλοῦ περιόντας τοῦ μέρους, μὴ δὴ τῆς συμμαχίας ἡμᾶς ἀποστερήσητε ταύτης· ἀνορθώσατε τὰς χεῖρας ἡμῖν, ἵνα μὴ ἐκλύωνται· ἀνοίξατε τὸ στόμα ἡμῖν, ἵνα μὴ ἐμφράττηται· παρακαλεῖτε τὸν Θεὸν, παρακαλεῖτε διὰ τοῦτο. Ἔστι μὲν οὖν ὑπὲρ ἡμῶν τὸ γινόμενον, τὸ δὲ πᾶν ὑπὲρ ὑμῶν γίνεται· εἰς γὰρ τὸ ὑμῖν χρήσιμον κείμεθα, καὶ τὰ ὑμέτερα μεριμνῶμεν. Παρακαλεῖτε ἕκαστος καὶ ἰδίᾳ καὶ κοινῇ. Ὅρα Παῦλον λέγοντα, Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν, ἵνα πολλοῖς δῷ τὴν χάριν. Εἰ ἐπὶ ἀνθρώπων καταδίκους ἄνδρας καὶ ἀπαγομένους εἰς θάνατον δῆμος προσελθὼν ἐξῃτήσατο, καὶ τὸ πλῆθος δυσωπηθεὶς ὁ βασιλεὺς τὴν γνώμην ἀνέθετο· πολλῷ μᾶλλον καὶ ὑφ' ὑμῶν ὁ Θεὸς δυσωπηθήσεται, οὐ τῷ πλήθει, ἀλλὰ τῇ ἀρετῇ. Σφοδρὸν γὰρ ἡμεῖς τὸν πολέμιον ἔχομεν. Ὑμῶν μὲν γὰρ ἕκαστος τὰ ἑαυτοῦ μεριμνᾷ καὶ φροντίζει, ἡμεῖς δὲ τὰ πάντων ὁμοῦ· εἰς τὸ μέρος ἑστήκαμεν τοῦ πολέμου τὸ πονοῦν. Σφοδρότερον καθ' ἡμῶν ὁ διάβολος ὁπλίζεται. Καὶ γὰρ ἐν τοῖς πολέμοις πρὸ τῶν ἄλλων ἁπάντων τὸν στρατηγὸν καταβαλεῖν ὁ δι' ἐναντίας ἐπιχειρεῖ. ∆ιὰ τοῦτο ἐκεῖ πάντες οἱ συνασπισταὶ τρέχουσι· διὰ τοῦτο πολὺς ὁ θόρυβος, ἐξελεῖν αὐτὸν ἑκάστου ἐπιχειροῦντος, καὶ ταῖς ἀσπίσι περιφράττουσι πάντοθεν, τὴν ἐκείνου βουλόμενοι διασῶσαι κεφαλήν. Ἀκούσατε τί φησι πρὸς τὸν ∆αυῒδ ἅπας ὁ δῆμος (οὐ τῷ ∆αυῒδ ἑαυτὸν παραβάλλων ταῦτα λέγω, οὐχ οὕτω μέμηνα, ἀλλὰ δήμου