1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

20

καὶ παίδων προεστηκὼς καὶ ἀνδραπόδων, ὁ μὲν πλειόνων, ὁ δὲ ἐλαττόνων, ὅμως ἐν οὕτω εὐαριθμήτοις ψυχαῖς πολλὰ ἁμαρτάνειν, οὐχ ὡς βούλεται, ἀναγκάζεται, ἢ μὴ εἰδὼς, ἢ διορθῶσαί τι βουλόμενος· πολλῷ μᾶλλον ἡμεῖς δήμου τοσούτου προεστῶτες. Καὶ ἔτι πληθύναι ὑμᾶς ὁ Κύριος, καὶ εὐλογήσαι ὑμᾶς, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Εἰ γὰρ καὶ μεγάλη ἡ φροντὶς ἀπὸ τοῦ πλήθους γίνεται, ὅμως οὐ παυόμεθα εὐχόμενοι αὐξηθῆναι τὴν φροντίδα ταύτην ἡμῖν, καὶ ἐπιδοθῆναι τουτὶ τὸ πλῆθος, καὶ πολλαπλάσιον γενέσθαι καὶ ἄπειρον. Καὶ γὰρ πατέρες, καίτοι ὑπὸ τῆς πολυπαιδίας πολλάκις κοπτόμενοι, ὅμως οὐδένα βούλονται ἀποβαλεῖν. Πάντα ἡμῖν καὶ ὑμῖν ἴσα, καὶ αὐτὰ τὰ κεφάλαια τῶν ἀγαθῶν. Οὐ μετὰ πλείονος μὲν ἐγὼ δαψιλείας, ὑμεῖς δὲ μετὰ ἐλάττονος μετέχομεν τῆς ἱερᾶς τραπέζης, ἀλλ' ὁμοίως ἑκάτεροι ταύτης ἐφαπτόμεθα. Εἰ δὲ ἐγὼ πρότερος, οὐδὲν τοῦτο μέγα, ἐπεὶ καὶ ἐν τοῖς παισὶν ὁ πρεσβύτερος πρότερος τὴν χεῖρα ἐκτείνει εἰς τὴν ἑστίασιν, ἀλλ' ὅμως οὐδὲν πλέον παρὰ τοῦτο γίνεται, ἀλλὰ πάντα ἴσα ἡμῖν· ἡ σωτήριος καὶ ἡ συνέχουσα τὰς ψυχὰς ἡμῶν ζωὴ μετὰ τῆς αὐτῆς τιμῆς ἑκατέροις δίδοται. Οὐχ ἑτέρου μὲν ἐγὼ προβάτου, ἑτέρου δὲ ὑμεῖς, ἀλλὰ τοῦ αὐτοῦ μετέχομεν πάντες· τὸ βάπτισμα τὸ αὐτὸ ἔχομεν ἑκάτεροι, πνεύματος ἠξιώθημεν ἑνὸς, ἐπὶ τὴν αὐτὴν βασιλείαν σπεύδομεν ἑκάτεροι, ἀδελφοὶ ὁμοίως ἐσμὲν τοῦ Χριστοῦ· πάντα ἡμῖν κοινά. Ποῦ οὖν τὸ πλέον ἐμοῦ; Ἐν ταῖς φροντίσιν, ἐν τοῖς πόνοις, ἐν ταῖς μερίμναις, ἐν τῷ ἀλγεῖν ὑπὲρ ὑμῶν. Ἀλλ' οὐδὲν ταύτης τῆς ἀλγηδόνος ἥδιον· ἐπεὶ καὶ μήτηρ ἀλγοῦσα ὑπὲρ τοῦ παιδὸς, ἥδεται τῇ ἀλγηδόνι, φροντίζει ὑπὲρ τῶν τεχθέντων, καὶ εὐφραίνεται ἐπὶ ταῖς φροντίσι· καίτοι γε ἡ φροντὶς καθ' ἑαυτὴν πικρόν· ἀλλ' ὅταν γε ὑπὲρ παίδων γένηται, πολλὴν ἔχει τὴν ἡδονήν. Πολλοὺς ὑμῶν ἐγέννησα, ἀλλὰ μετὰ ταῦτα αἱ ὠδῖνες. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν μητέρων πρότερον αἱ ὠδῖνες, καὶ τότε ὁ τόκος· ἐνταῦθα δὲ μέχρις ἐσχάτης ἀναπνοῆς αἱ ὠδῖνες, μή πού τι καὶ μετὰ τὸν τόκον ἀμβλωθρίδιον γένηται. Καὶ ἐπιποθῶ δὲ ἐγώ. Εἰ γὰρ καὶ ἕτερος ἐγέννησε πολλάκις, ἀλλ' ὅμως ἐγὼ ταῖς φροντίσι διακόπτομαι· οὐδὲ γὰρ ἐξ ἑαυτῶν γεννῶμεν, ἀλλὰ τῆς χάριτός ἐστι τοῦ Θεοῦ τὸ πᾶν. Εἰ δὲ ἀμφότεροι διὰ πνεύματος τίκτομεν, οὐχ ἁμαρτήσεταί τις καὶ τοὺς παρ' ἐμοῦ τεχθέντας ἐκείνου προσειπὼν, καὶ τοὺς παρ' ἐκείνου ἐμούς. Ταῦτα δὴ πάντα ἐννοήσατε, καὶ χεῖρα ὀρέξατε, ἵνα καὶ ὑμεῖς καύχημα ἡμῶν γένησθε, καὶ ἡμεῖς ὑμῶν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἣν γένοιτο μετὰ παῤῥησίας ἡμᾶς ἅπαντας ἰδεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ Εʹ. Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευ θύνει ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην

τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

αʹ. Οὔτε τὸ πᾶν ταῖς εὐχαῖς τῶν ἁγίων ἐπιτρέψαντας αὐτοὺς ἀργεῖν χρὴ, καὶ τῇ κακίᾳ προστρέχειν, καὶ μηδενὸς τῶν εἰς ἀρετὴν φερόντων ἀντιλαμβάνεσθαι· 62.492 οὔτε πάλιν ἐργαζομένους τὰ ἀγαθὰ, καταφρονεῖν τῆς συμμαχίας ἐκείνης. Μεγάλα μὲν γὰρ δύναται, μεγάλα ἡ εὐχὴ ἡ ὑπὲρ ἡμῶν, ἀλλ' ὅταν καὶ ἡμεῖς ἐργαζώμεθα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχόμενος ὑπὲρ αὐτῶν, πάλιν τὸ ἀξιόπιστον τίθησιν ἀπὸ τῆς ἐπαγγελίας, καί φησι· Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Εἰ γὰρ εἵλετο ὑμᾶς εἰς σωτηρίαν, οὐ ψεύσεται, οὐδὲ ἀφήσει πάντως ἀπολέσθαι. Ἵνα δὲ μὴ