1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

21

διὰ τού 62.493 των εἰς ῥᾳθυμίαν ἀγάγῃ, καὶ τὸ πᾶν τοῦ Θεοῦ νομίσαντες εἶναι αὐτοὶ καθεύδωσιν, ὅρα πῶς καὶ τὴν παρ' αὐτῶν συνεργίαν ἀπαιτεῖ, λέγων· Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν, καὶ ποιεῖτε καὶ ποιήσετε. Πιστὸς μὲν οὖν ἐστι, φησὶν, ὁ Θεὸς, καὶ ἐπαγγελλόμενος σῶσαι, πάντως σώσει, ἀλλ' ὡς ἐπηγγείλατο. Πῶς δὲ ἐπηγγείλατο; Ἐὰν θέλωμεν, καὶ ἀκούωμεν αὐτοῦ· οὐχ ἁπλῶς, οὐδὲ, ὡς ξύλα καὶ λίθους, ἀργοῦντας. Καλῶς δὲ καὶ τὸ, Πεποίθαμεν ἐν Κυρίῳ, τέθεικε, τουτέστι, Τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύομεν. Πάλιν αὐτοὺς καθαιρεῖ, τὸ πᾶν ἀναρτῶν, ἐκεῖ. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Πιστεύομεν δὲ ὑμῖν, ἦν μὲν τὸ ἐγκώμιον μέγα, ἀλλ' οὐκ ἂν ἔδειξεν αὐτοὺς ἐξαρτᾷν εἰς τὸν Θεὸν ἅπαντα· εἰ δὲ εἶπε, Πεποίθαμεν δὲ ἐν Κυρίῳ, ὅτι φυλάξει ὑμᾶς, καὶ μὴ προστέθεικε τὸ Ἐφ' ὑμᾶς, καὶ τὸ, Ἃ παρηγγείλαμεν ποιεῖτε καὶ ποιήσετε, ἀργοτέρους ἂν αὐτοὺς ἐποίησε, τὸ πᾶν ἐπὶ τὴν τοῦ Θεοῦ ῥίψας δύναμιν. ∆εῖ μὲν γὰρ τὸ πᾶν ἐπ' αὐτὸν ῥίπτειν, ἀλλ' ἐνεργοῦντας καὶ αὐτοὺς, τοῖς πόνοις ἐμβεβηκότας καὶ τοῖς ἀγῶσι. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι εἰ καὶ ἀρκεῖ ἡ ἀρετὴ καὶ μόνη σῶσαι, ἀλλ' ὅμως χρὴ διαρκῆ τε αὐτὴν εἶναι, καὶ μέχρι τοῦ ἐλθεῖν ἡμᾶς εἰς ἐσχάτας ἀναπνοὰς ἡμῖν συμπαρεῖναι. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ. Ἐγκωμιάζει πάλιν αὐτοὺς, καὶ εὔχεται, τὴν κηδεμονίαν αὐτοῦ δεικνύς. Ἐπειδὴ γὰρ μέλλει ἐμβαίνειν εἰς ἐπιτίμησιν, τούτοις αὐτῶν προλεαίνει τὰς καρδίας, τῷ τε λέγειν, ὅτι Θαῤῥῶ ὅτι ἀκούσεσθε, καὶ τῷ παρ' αὐτῶν εὐχὰς ἀπαιτεῖν, καὶ τῷ πάλιν αὐτοῖς ἐπεύχεσθαι μυρία ἀγαθά· Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν, φησὶ, τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ παρεκτρέποντα ἀπὸ τῆς ἀγάπης, καὶ πολλαὶ αἱ ἐκεῖθεν ἐξέλκουσαι ἀτραποί. Καὶ πρῶτον μὲν ἡ τοῦ μαμωνᾶ κακία, καθάπερ τινὰς ἀναισχύντους χεῖρας ἐπαφιεῖσα ἡμῶν τῇ ψυχῇ, καὶ ἀπρὶξ ἐπιλαβομένη, ἕλκει καὶ σύρει καὶ μὴ βουλομένους ἐκεῖθεν· ἔπειτα κενοδοξία, καὶ θλίψεις δὲ πολλάκις καὶ πειρασμοὶ περιέτρεψαν. ∆ιὰ τοῦτο καθάπερ τινὸς πνεύματος τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, ἵνα ἡμῖν τὸ ἱστίον ὥσπερ ὑπό τινος σφοδροῦ πνεύματος παραπεμφθῇ πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ. Μὴ γάρ μοι εἴπῃς, ὅτι Ἀγαπῶ αὐτὸν καὶ ὑπὲρ ἐμαυτόν· ταῦτα ῥήματά ἐστι· διὰ τῶν ἔργων δεῖξον, εἰ ἀγαπᾷς αὐτὸν ὑπὲρ σεαυτόν. Ὑπὲρ τὸ ἀργύριον ἀγάπησον, καὶ τότε πιστεύω ὅτι καὶ ὑπὲρ σεαυτὸν ἀγαπᾷς· ὁ δὲ χρημάτων μὴ καταφρονῶν διὰ τὸν Θεὸν, πῶς σαυτοῦ καταφρονήσεις; Τί δὲ λέγω χρημάτων; ὁ πλεονεξίας μὴ καταφρονῶν, Ὁ καὶ χωρὶς τῶν ἐπιταγμάτων τοῦ Θεοῦ ἔδει ποιεῖν, πῶς καταφρονήσεις σαυτοῦ; Καὶ εἰς τὴν ὑπομονὴν, φησὶν, τοῦ Χριστοῦ. Τί ἐστιν, Εἰς τὴν ὑπομονήν; Ἵνα ὑπομένωμεν, ὡς ἐκεῖνος ὑπέμεινεν, ἢ ἵνα ἐκεῖνα πράττωμεν, ἢ καὶ ἵνα μεθ' ὑπομονῆς ἀναμένωμεν αὐτὸν, τουτέστιν, ἵνα ἐμπαράσκευοι ὦμεν. Ἐπειδὴ γὰρ πολλὰ ἐπηγγείλατο, καὶ αὐτὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἀναμένωμεν αὐτὸν καὶ ὑπομένωμεν. Ἔνθα δὲ ἂν ὑπομονὴν λέγῃ, πάντως θλῖψιν αἰνίττεται· τοῦτο γάρ ἐστιν ἀγαπᾷν τὸν Θεὸν, τὸ ὑπομένειν, καὶ μὴ θορυβεῖσθαι. Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν. Τουτέστιν, οὐχ ἡμεῖς ταῦτα λέγομεν, ἀλλ' ὁ Χριστός· τοῦτο γάρ ἐστιν, Ἐν ὀνό 62.494 ματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὕτως εἰπὼν, τὸ φοβερὸν τῆς παραγγελίας δείκνυσι. ∆ιὰ τοῦ Χριστοῦ, φησὶ, παραγγέλλομεν. Οὐκ ἄρα ὁ Χριστὸς προσέταξεν οὐδαμοῦ ἀργεῖν. Στέλλεσθαι ὑμᾶς, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ. Μή μοι τὸν πλούσιον εἴπῃς, μή μοι τὸν πένητα, μή μοι τὸν ἅγιον· τοῦτο ἀταξία ἐστί. Περιπατοῦντος, φησὶ, τουτέστι, βιοῦντος. Καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν. Παράδοσιν τὴν διὰ τῶν ἔργων φησί· καὶ κυρίως ταύτην ἀεὶ λέγει παράδοσιν. Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς,