1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

22

ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος. Καίτοι, εἰ καὶ ἔφαγον, οὐκ ἦν δωρεάν· Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ, ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. βʹ. Ὅρα πῶς ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ προσηνέστερόν πως περὶ τούτων διαλέγεται, ὡς ὅταν λέγῃ, Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον καὶ φιλοτιμεῖσθαι, καὶ οὐδαμοῦ, Παραγγέλλομεν, οὐδὲ, Ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ περισσεύειν φησὶ καὶ φιλοτιμεῖσθαι, ὃ ἦν εἰς ἀρετὴν προτρέποντος. Ἵνα εὐσχημόνως, φησὶ, περιπατῆτε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ', Εἴ τις οὐ θέλει ἐργάζεσθαι. φησὶ, μηδὲ ἐσθιέτω. Εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων, ἀλλ' ἐξουσίαν ἔχων ἀργεῖν, καὶ τηλικοῦτον ἔργον ἀναδεδεγμένος, ὅμως εἰργάζετο, καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ νύκτα καὶ ἡμέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπικουρεῖν, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν. Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοῦτο μὲν ἐνταῦθα· ἐκεῖ δὲ ἐν τῇ προτέρᾳ, Ἵνα εὐσχημόνως, φησὶ, περιπατῆτε πρὸς τοὺς ἔξω. Τίνος ἕνεκεν; Ἴσως οὐδὲν οὐδέπω τοιοῦτον ἦν γεγονός· καὶ γὰρ ἀλλαχοῦ παραινῶν ἔλεγε· Μακάριόν τί ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν. Τὸ δὲ, Εὐσχημόνως περιπατεῖτε, οὐ περὶ ἀταξίας ἐστί· διὸ καὶ ἐπήγαγεν· Ἵνα μηδενὸς χρείαν ἔχητε. Ἐνταῦθα δὲ καὶ ἑτέραν ἀνάγκην τίθησιν, ὥστε τὸ καλὸν ποιεῖν καὶ ἀγαθὸν πρὸς πάντας· προϊὼν γάρ φησι, Μὴ ἐκκακήσητε καλοποιοῦντες. Πάντως γὰρ τὸν ἀργοῦντα, καὶ δυνάμενον ἐργάζεσθαι, ἀνάγκη περίεργον εἶναι. Ἡ δὲ ἐλεημοσύνη ἐκείνοις δέδοται μόνοις, τοῖς οὐκ ἰσχύουσιν ἐκ τῆς τῶν χειρῶν ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς, ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶν ἀπησχολημένοις εἰς τὸν τῆς διδασκαλίας λόγον. Οὐ γὰρ φιμώσεις, φησὶ, βοῦν ἀλοῶντα· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Ὥστε οὐδὲ οὗτος ἀργός ἐστιν, ἀλλ' ἐργασίας, καὶ ἐργασίας μεγάλης λαμβάνει τὸν μισθόν. Τὸ δὲ εὔχεσθαι καὶ νηστεύειν ἀργοῦντα, οὐκ ἔστιν ἔργον χειρῶν· ἐργασίαν γάρ φησιν ἐνταῦθα τὴν διὰ τῶν χειρῶν. Καὶ ἵνα μηδὲν τοιοῦτον ὑποπτεύσῃς, ἐπήγαγε· Μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους. Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐπειδὴ σφόδρα καθήψατο, προσηνέστερον βουλόμενος ποιῆσαι τὸν λόγον, ἐπήγαγε· ∆ιὰ τοῦ Κυρίου, πάλιν τὸ ἀξιόπιστον καὶ φοβερὸν ταύτῃ δη 62.495 λῶν. Ἵνα μεθ' ἡσυχίας ἐργαζόμενοι, τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. ∆ιὰ τί μὴ εἶπεν, Εἰ δὲ μὴ ἀτακτοῦσι, τρεφέσθωσαν παρ' ὑμῶν· ἀλλὰ ἀμφότερα ἀπαιτεῖ, καὶ τὸ ἐν ἡσυχίᾳ εἶναι, καὶ τὸ ἐργάζεσθαι; Ὅτι βούλεται αὐτοὺς ἐργαζομένους τρέφειν ἑαυτούς. Τοῦτο γάρ ἐστι, τὸ, Ἵνα τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι, τουτέστι τὸν ἐξ οἰκείων πόνων, ἀλλὰ μὴ τὸν ἀλλότριον, τὸν ἀπὸ τοῦ προσαιτεῖν ἐκποριζόμενον. Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε καλοποιοῦντες. Ὅρα πῶς εὐθέως κατεκλάσθη τὰ σπλάγχνα τὰ πατρικά. Οὐκ ἴσχυσε περαιτέρω τὴν ἐπιτίμησιν προαγαγεῖν, ἀλλὰ πάλιν αὐτοὺς ἠλέησε· καὶ ὅρα μεθ' ὅσης συνέσεως. Οὐκ εἶπε, Πλὴν συγγινώσκετε αὐτοῖς, ἕως ἂν διορθώσωνται· ἀλλὰ τί; Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε. Στέλλεσθε μὲν, φησὶν, ἀπ' αὐτῶν καὶ ἐπιτιμᾶτε αὐτοῖς, μὴ μὴν περιίδητε λιμῷ διαφθαρέντας. Τί οὖν, φησὶν, ἂν ἔχων τὴν παρ' ἡμῶν ἀφθονίαν ἐπιμένῃ ἀργῶν; Ἐπὶ τούτου φάρμακον προσηνὲς, φησὶν, εἶπον, ὅτι Στέλλεσθε ἀπ' αὐτοῦ, τουτέστι, μὴ μεταδίδοτε αὐτῷ παῤῥησίας, ἐνδείκνυσθε ὅτι ὀργίζεσθε. Οὐ μικρὸν δὲ τοῦτο. Τοιαύτη γὰρ ἡ πρὸς τὸν ἀδελφὸν γίνεται ἐπιτίμησις, εἴ γε ὄντως