1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

23

διορθώσασθαι βουλόμεθα. Οὐκ ἀγνοοῦμεν τοὺς τρόπους τῆς ἐπιτιμήσεως. Εἰπὲ γάρ μοι, εἰ σαρκικὸν εἶχες ἀδελφὸν, ἆρα ἂν περιεῖδες αὐτὸν λιμῷ τηκόμενον· Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἴσως κἂν ἐῤῥύθμισας αὐτόν. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς. Ὅρα ταπεινοφροσύνην τοῦ Παύλου· οὐκ εἶπεν, Ὁ παρακούων, ἐμοῦ παρακούει· ἀλλ' ἠρέμα αἰνίττεται. Τοῦτον σημειοῦσθε. Ὥστε μὴ λανθάνειν τοῦτο ποιεῖν προτρέπει. Μὴ συναναμίγνυσθε αὐτῷ. Οὐ μικρὰ παίδευσις καὶ αὕτη. Εἶτα πάλιν· Ἵνα ἐντραπῇ, φησίν. Οὕτως οὐκ ἀφίησιν περαιτέρω προελθεῖν. Ὥσπερ γὰρ εἰπὼν, Εἴ τις μὴ ἐργάζεται, μηδὲ ἐσθιέτω, δεδοικὼς μὴ λιμῷ ἀπόλωνται, ἐπήγαγεν, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε· οὕτως εἰπὼν, Στέλλεσθε, καὶ, Μὴ συναναμίγνυσθε αὐτῷ, εἶτα δείσας μὴ τοῦτο αὐτὸ ἐκκόψῃ αὐτὸν τῆς ἀδελφότητος (ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ ταχέως ἀπολεῖται μὴ μεταλαβὼν παῤῥησίας), ἐπήγαγε· Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. ∆ιὰ τούτου δείκνυσιν ὅτι μεγάλην ὥρισε κατ' αὐτοῦ τιμωρίαν, τῷ τῆς παῤῥησίας αὐτὸν ἀποστερεῖσθαι. γʹ. Εἰ γὰρ καὶ τὸ εἶναι μετὰ πολλῶν λαμβάνοντα αἰσχύνης ἄξιον, ὅταν καὶ ἐπιτιμῶντες παρέχοιεν καὶ στέλλωνται, πόσου ὀνείδους τοῦτο; πῶς ἱκανὸν δακεῖν ψυχήν; Εἰ γὰρ μόνον ὀκνηρότερον διδόντες, ἢ γογγύζοντες ἐμπυρίζουσι τοὺς λαμβάνοντας (μὴ γάρ μοι περὶ τῶν ἀναισχύντων ἐπαιτῶν εἴπῃς, ἀλλὰ περὶ τῶν πιστῶν)· εἰ καὶ ἔμελλον ἐπιτιμᾷν διδόντες, τί οὐκ ἂν εἰργάσαντο; πόσης οὐκ ἦν τιμωρίας ἄξιον; Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλ' ὡς τὰ μέγιστα ἠδικημένοι, οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα. Οὐ δίδως· τί καὶ λυπεῖς; Νουθετεῖτε, εἶπεν, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς. Ὁ τὸν ἀδελφὸν νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ, οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλὰ ἰδίᾳ καὶ μετὰ πολλῆς τῆς προσοχῆς, καὶ ἀλγῶν, καὶ δακνόμενος, καὶ δακρύων καὶ ὀδυρόμενος. Ἀπὸ ἀδελφικῆς τοίνυν παρέχωμεν τῆς διανοίας, ἀπὸ ἀδελ 62.496 φικῆς νουθετῶμεν τῆς προαιρέσεως· μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ' ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον παραβαίνειν τὴν ἐντολήν. Ἐπεὶ τί τὸ κέρδος; Εἰ γὰρ καὶ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ· ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖνον καὶ ταλαίπωρον; Προσῆλθεν ὡς ἐλεηθησόμενος παρὰ σοῦ· λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. Ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζηται, ὅρα πόση τῶν ὑβριζόντων ἔσται ἡ τιμωρία· Ὁ ἀτιμάζων πένητα, φησὶ, παροξύνει τὸν ποιήσαντα αὐτόν. Εἰπὲ γάρ μοι· αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διὰ σὲ, ἵνα σὺ ἔχῃς θεραπεύειν σαυτὸν, καὶ σὺ τὸν διὰ σὲ πενόμενον ὑβρίζεις; πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον; Νουθετεῖτε, φησὶν, ὡς ἀδελφούς. Καὶ μετὰ τὸ δοῦναι νουθετεῖν ἐκέλευσεν· ὅταν δὲ καὶ χωρὶς τοῦ διδόναι ὑβρίζωμεν, τίς ἡμῖν ἔσται ἀπολογία; Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διαπαντὸς ἐν παντὶ τόπῳ. Ὅρα πῶς, ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ, καθάπερ τινὰ σήμαντρα τῶν ἀποτεθέντων, τιθεὶς τὴν δέησιν καὶ τὴν ἱκετηρίαν. ∆ῴη ὑμῖν, φησὶ, τὴν εἰρήνην ἐν παντὶ τόπῳ. Ἐπειδὴ γὰρ ἀπὸ τούτων εἰκὸς μάχας γίνεσθαι, ἐκείνων τε τραχυτέρων γινομένων, τούτων τε οὐκέτι ὁμοίως τοῖς τοιούτοις παρεχόντων, εἰκότως τοῦτο ἐπηύξατο νῦν, ∆ῴη ὑμῖν εἰπὼν τὴν εἰρήνην διαπαντός. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ὥστε ἀεὶ ἔχειν αὐτήν. Τί ἐστιν, Ἐν παντὶ τόπῳ; Πανταχόθεν βούλεται εἰρηνεύειν, ὥστε μηδαμόθεν ἔχειν φιλονεικίας ἀφορμήν. Πανταχοῦ γὰρ εἰρήνη καλὸν, ὅπου γε καὶ πρὸς τοὺς ἔξω· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Οὐδὲν γὰρ οὕτω πρὸς τὸ κατορθῶσαι ἃ βουλόμεθα ἐπιτήδειον, ὡς τὸ εἰρηναῖον καὶ ἀτάραχον, ὡς τὸ ἀπεχθείας ἀπηλλάχθαι ἁπάσης, καὶ