1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

24

μηδένα ἔχειν ἐχθρόν. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Τοῦτο λέγει γράφειν ἐν πάσῃ ἐπιστολῇ, ὥστε μηδενὶ ἐξεῖναι παραποιεῖν αὐτὰς, τῆς ὑπογραφῆς ὥσπερ τεκμηρίου κειμένου μεγάλου. Ἀσπασμὸν δὲ καλεῖ τὴν εὐχὴν, δεικνὺς ὅτι πάντα πνευματικὰ ἔπραττον τότε, καὶ ὅτε ἀσπάσασθαι ἔδει, μετὰ κέρδους τὸ πρᾶγμα ἦν· καὶ εὐχὴν οὐχ ἁπλῶς φιλίας σύμβολον. Ἀπὸ τούτου ἤρχετο, καὶ εἰς αὐτὸ ἔληγε, περιφράττων τειχίοις μεγάλοις τὰ λεγόμενα ἑκατέρωθεν, ἀσφαλεῖς τε θεμελίους τιθεὶς, καὶ τὸ τέλος ἐπήγαγεν ἀσφαλές. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη· καὶ πάλιν, Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Τοῦτο καὶ ὁ Κύριος ἐπηγγείλατο λέγων τοῖς μαθηταῖς, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀλλὰ τοῦτο γίνεται, ὅταν ἡμεῖς βουλώμεθα· οὐ γὰρ πάντως ἔσται μεθ' ἡμῶν, ἐὰν ἑαυτοὺς πόῤῥω ποιῶμεν. Μεθ' ὑμῶν, φησὶν, ἔσομαι διαπαντός. Μὴ τοίνυν τὴν χάριν ἀπελάσωμεν. Στέλλεσθαι ἡμᾶς βούλεται ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Μέγα ἦν τότε τοῦτο τὸ κακὸν, τὸ ἀπὸ τοῦ πληρώματος ἀποσπασθῆναι τῶν ἀδελφῶν. Τούτῳ γοῦν ἅπαντας τιμωρεῖται, καθὼς καὶ 62.497 ἀλλαχοῦ γράφων Κορινθίοις ἔλεγε· Τῷ τοιούτῳ μηδὲ συνεσθίειν φησίν. Ἀλλ' οὐ νῦν μέγα αὐτὸ ἡγοῦνται οἱ πλείους, ἀλλὰ πάντα συγκέχυται καὶ διέφθαρται· μετὰ μοιχῶν, μετὰ πόρνων, μετὰ πλεονεκτῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἀναμιγνύμεθα. Εἰ ἀπὸ τοῦ ἀργῶς τρεφομένου μόνον στέλλεσθαι ἔδει, πόσῳ μᾶλλον ἀπὸ τῶν ἄλλων; Καὶ ἵνα μάθῃς ὅσον ἦν φοβερὸν τὸ χωρίζεσθαι ἀπὸ τοῦ συλλόγου τῶν ἀδελφῶν, καὶ ὅσον φέρει κέρδος τοῖς εὐγνωμόνως τὴν ἐπιτίμησιν δεχομένοις, ἄκουσον ὅπως ὁ πεφυσιωμένος ἐκεῖνος τῷ ἁμαρτήματι, ὁ εἰς ἐσχάτην κακίαν ἐλάσας, ὁ πορνείαν πορνεύσας, οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὁ ἀναισθήτως ἔχων τοῦ τραύματος (τοῦτο γάρ ἐστιν ὑπερβολὴ διαστροφῆς)· οὗτος δὴ ὁ τοιοῦτος οὕτω κατεκάμφθη καὶ συνεστάλη, ὥστε τὸν Παῦλον εἰπεῖν· Ἀρκεῖ τῷ τοιούτῳ ἡ ἐπιτίμησις αὕτη ἡ ὑπὸ τῶν πλειόνων· ὥστε κυρώσατε εἰς αὐτὸν ἀγάπην. Καθάπερ γὰρ μέλος ἀποσπασθὲν τοῦ λοιποῦ σώματος, οὕτως ἦν τότε. δʹ. Τὸ δὲ αἴτιον, καὶ πόθεν ἦν τοῦτο φοβερὸν τότε· ἐπειδὴ καὶ τὸ εἶναι μετ' αὐτῶν μέγα ἀγαθὸν αὐτοῖς ἐνομίζετο. Καθάπερ γὰρ οἰκίαν μίαν οἰκοῦντες, καὶ ὑπὸ πατέρα ἕνα ὄντες, καὶ μιᾶς τραπέζης μετέχοντες, οὕτως ᾤκουν τότε καθ' ἑκάστην Ἐκκλησίαν. Τὸ τοίνυν τοσαύτης ἐκπεσεῖν ἀγάπης, πόσον κακὸν ἦν; Νῦν δὲ οὐδὲ εἶναι μέγα δοκεῖ, διὰ τὸ μηδὲ μέγα τι νομίζεσθαι, ὅταν μετ' ἀλλήλων ὦμεν. Ὅπερ ἐν τάξει τιμωρίας ἦν τότε, τοῦτο διὰ τὴν πολλὴν ψύξιν τῆς ἀγάπης καὶ χωρὶς τιμωρίας γίνεται νῦν, καὶ στελλόμεθα ἀπ' ἀλλήλων εἰκῆ, καὶ ἀπὸ ψυχρότητος. Τὸ γὰρ πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ εἶναι ἀγάπην· τοῦτο πάντα διέλυσε καὶ ἠφάνισε τὰ σεμνὰ καὶ λαμπρὰ τῆς Ἐκκλησίας, ἐφ' οἷς ἀγάλλεσθαι ἔδει. Μεγάλη διδασκάλου παῤῥησία, ὅταν ἐκ τῶν οἰκείων κατορθωμάτων ἔχῃ τοῖς μαθηταῖς ἐπιτιμᾷν. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· καὶ τοῦ βίου μᾶλλον ὀφείλει διδάσκαλος εἶναι, ἢ τοῦ λόγου. Μηδεὶς δὲ νομιζέτω τοῦτο μεγαληγορίας εἶναι· εἰς γὰρ ἀνάγκην καταστὰς τοῦτο ἐφθέγξατο, καὶ πρὸς τὸ κοινῇ χρήσιμον. Ὅτι οὐκ ἠτακτήσαμεν, φησὶν, ἐν ὑμῖν. Ἀπὸ τούτου οὐχ ὁρᾷς τὴν ταπεινοφροσύνην, ἢν δωρεὰν καλεῖ καὶ εὐταξίαν; Οὐκ ἠτακτήσαμεν, φησὶν, ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν. ∆είκνυσιν ἐνταῦθα καὶ πένητας αὐτοὺς ἴσως ὄντας. Καὶ μή μοι εἴπῃς, Ἀλλ' οὐ πάντες πένητες ἦσαν· περὶ γὰρ πενήτων καὶ τῶν οὐκ ἄλλως τῆς ἀναγκαίας εὐπορούντων τροφῆς, ἢ ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας διαλέγεται. Οὐ γὰρ εἶπεν, Ἵνα ἀπὸ πατέρων ἔχωσιν, ἀλλ', Ἵνα