1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

26

δεσπότην ῥυθμίσαι δύναιτ' ἂν, πολλῷ μᾶλλον δεσπότης οἰκέτας. ∆ιανείμασθε πρὸς ἐμὲ, παρακαλῶ, ταύτην τὴν διακονίαν. Ἐγὼ πᾶσι κοινῇ διαλέγομαι· ὑμεῖς ἰδίᾳ ἑκάστῳ, καὶ ἕκαστος ἐγχειριζέσθω τὴν σωτηρίαν τῶν πλησίον. Ὅτι γὰρ δεῖ τῶν τῆς οἰκίας προεστάναι ἐν τούτοις, ἄκουσον ποῦ παραπέμπει τὰς γυναῖκας ὁ Παῦλος· Εἰ δέ τι μαθεῖν θέλουσι, φησὶν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· καὶ οὐ προσάγει αὐτὰς τῷ διδασκάλῳ. Καθάπερ γὰρ ἐν ταῖς διατριβαῖς τῶν γραμμάτων εἰσὶ καὶ ἐν τοῖς μαθηταῖς διδάσκαλοι, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ· βούλεται γὰρ μὴ ὑπὸ πάντων ἐνοχλεῖσθαι τὸν διδάσκαλον. ∆ιὰ τί; Ὅτι μεγάλα ἀγαθὰ οὕτως ἔσται, οὐ μόνον ὅτι κοῦφος ἔσται ὁ πόνος τῷ διδασκάλῳ, ἀλλ' ὅτι καὶ τῶν μαθητῶν ἕκαστος μεριμνήσας, ταχέως γενέσθαι δύναται διδάσκαλος, ταύτην ἔχων τὴν φροντίδα. Ὅρα γὰρ πόσην διακονίαν εἰσάγει ἡ γυνή· οἰκουρεῖ, καὶ τῶν κατὰ τὴν οἰκίαν πάντων φροντίζει, ταῖς θεραπαινίσιν ἐφέστηκεν, ἀμφιέννυσι ταῖς αὐτῆς χερσὶ, πατέρα σε ποιεῖ παίδων καλεῖσθαι, χαμαιτυπείων ἀπαλλάττει, πρὸς σωφροσύνην βοηθεῖ, τὸν οἶστρον τῆς φύσεως παύει. Ἀλλ' εὐεργέτει αὐτὴν καὶ σύ. Πῶς; Ἐν τοῖς πνευματικοῖς ὄρεξον χεῖρα· ἅπερ ἂν ἀκούσῃς χρήσιμα, ταῦτα, καθάπερ αἱ χελιδόνες, τῷ στόματι διαβαστάζων ἀπάγαγε, καὶ ἔνθες εἰς τὸ στόμα καὶ τῆς μητρὸς καὶ τῶν νεοττῶν. Πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τοῖς ἄλλοις τῶν πρωτείων ἀξιοῦν σαυτὸν, καὶ τὴν τῆς κεφαλῆς χώραν ἐπέχειν, ἐν δὲ τῇ διδασκαλίᾳ λείπειν τὴν τάξιν; Τὸν ἄρχοντα τῶν ἀρχομένων οὐκ ἐν ταῖς τιμαῖς ὑπερέχειν δεῖ, ἀλλ' ἐν ταῖς ἀρεταῖς· τοῦτο γὰρ ἄρχοντος· ἐκεῖνο μὲν γὰρ τῶν ἀρχομένων ἐστὶ, τοῦτο δὲ αὐτοῦ τοῦ ἄρχοντος κατόρθωμα. Ἂν πολλῆς ἀπολαύσῃς τιμῆς, οὐδὲν τοῦτο πρὸς σέ· ἔλαβες γὰρ παρ' ἑτέρων· ἂν πολλῇ λάμπῃς τῇ ἀρετῇ, τοῦτο ὅλον σόν. Κεφαλὴ τῆς γυναικὸς εἶ· οὐκοῦν ῥυθμιζέτω τὸ σῶμα τὸ λοιπὸν ἡ κεφαλή. Οὐχ ὁρᾷς ὅτι οὐ τῷ τόπῳ τοσοῦτον ὑπερέχει 62.500 τοῦ λοιποῦ σώματος, ὅσον τῇ προνοίᾳ, καθάπερ τις κυβερνήτης, ἅπαν αὐτὸ εὐθύνουσα; Ἐν γὰρ τῇ κεφαλῇ καὶ οἱ τοῦ σώματος, καὶ οἱ τῆς ψυχῆς ὀφθαλμοί· ἐκεῖθεν ἐπιῤῥεῖ τούτοις τὸ διορατικὸν, ἐκεῖθεν τὸ ἡγεμονικόν. Καὶ τὸ μὲν λοιπὸν τάττεται εἰς διακονίαν, αὐτὴ δὲ εἰς τὸ ἐπιτάττειν κεῖται. Πᾶσαι αἱ αἰσθήσεις ἐκεῖθεν ἔχουσι τὴν ἀρχὴν καὶ τὴν πηγήν· τὰ φωνητικὰ ὄργανα ἐκεῖθεν ἀναπέμπεται, τὸ διορατικὸν, τὸ ὀσφρητικὸν, ἡ ἁφὴ πᾶσα· ἡ γὰρ τῶν νεύρων ῥίζα καὶ τῶν ὀστῶν ἐκεῖθεν συνέστηκεν. Ὁρᾷς ὅτι τῇ προνοίᾳ μᾶλλον ὑπερέχει, ἢ τῇ τιμῇ· Οὕτω καὶ τῶν γυναικῶν ἡμεῖς ἄρχωμεν· νικῶμεν αὐτὰς μὴ τῷ πλείονα τιμὴν ζητεῖν παρ' αὐτῶν, ἀλλὰ τῷ μειζόνως αὐτὰς εὐεργετεῖσθαι παρ' ἡμῶν. Ἔδειξα ὅτι οὐ μικρὰς ἡμᾶς εὐεργεσίας εὐεργετοῦσιν, ἀλλ' ἐὰν θέλωμεν ἐν τοῖς πνευματικοῖς δοῦναι τὴν ἀντίδοσιν, ἡμεῖς νικῶμεν· ἐπεὶ ἐν τοῖς σωματικοῖς ἀντίῤῥοπόν τι εἰσαγαγεῖν οὐ δυνατόν. Τί γάρ; εἰσάγετε πολλὰ χρήματα; Ἀλλ' ἐκείνη φυλάττει· ἀντίῤῥοπος δὲ αὕτη ἐκείνης ἡ πρόνοια, καὶ οὕτως αὐτῆς δεῖται. ∆ιὰ τί; Ὅτι πολλοὶ πολλὰ κεκτημένοι, ἐπειδὴ φυλάττουσαν οὐκ ἔσχον, πάντα ἀπώλεσαν. Ἀλλὰ τῶν παίδων ἕνεκεν κοινωνεῖτε ἀμφότεροι, καὶ ἴση παρ' ἑκατέρου ἡ εὐεργεσία· μᾶλλον δὲ ἐκείνη πολυπονωτέραν ἐν τούτοις ἔχει τὴν διακονίαν, διαπαντὸς φέρουσα τὸ κυόμενον, καὶ ταῖς ὠδῖσι διακοπτομένη. Ὥστε ἐν τοῖς πνευματικοῖς μόνοις δυνήσῃ νικᾷν. Μὴ δὴ φροντίζωμεν ὅπως ἡμῖν χρήματα ἔσται, ἀλλ' ὅπως ἃς ἐνεπιστεύθημεν ψυχὰς, μετὰ παῤῥησίας τῷ Θεῷ παραστήσωμεν· ἐν τῷ γὰρ ῥυθμίζειν ἐκείνας καὶ ἑαυτοὺς τὰ μέγιστα ὀνήσομεν. Ὁ γὰρ ἕτερον διδάσκων, εἰ καὶ μηδὲν ἕτερον, ἀλλ' ἐν τῷ λέγειν κατανύσσεται, καὶ μάλιστα ὅταν ἴδῃ ἑαυτὸν ὑπεύθυνον ὄντα τούτοις, ὑπὲρ ὧν ἑτέροις ἐπιτιμᾷ. Ἐπεὶ οὖν καὶ ἡμᾶς αὐτοὺς, κἀκείνας ὠφελοῦμεν, καὶ δι' ἐκείνων τὸν οἶκον, καὶ τῷ Θεῷ τοῦτο δοκεῖ προηγουμένως, μὴ ἀποκάμωμεν καὶ τῆς ἑαυτῶν, καὶ τῆς τῶν διακονουμένων ἡμῖν ψυχῆς κηδόμενοι, ἵν' ὑπὲρ ἁπάντων