1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

8

πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Τί ἐστι παρακαταθήκη; Ἡ 62.609 πίστις, τὸ κήρυγμα. Τοῦτο αὐτὸς, φησὶν, ὁ παρακαταθέμενος ἀκέραιον φυλάξει. Πάντα πάσχω ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἂν αὐτὴ ἀκέραιος σώζηται. Ἢ τοὺς πιστοὺς λέγει τὴν παρακαθήκην, ἣν ὁ Θεὸς αὐτῷ παρακατέθετο, ἢ ἣν αὐτὸς τῷ Θεῷ. Καὶ νῦν γὰρ, φησὶν, ἰδοὺ παρατίθεμαι ὑμᾶς τῷ Κυρίω· τουτέστιν, οὐκ ἀνόνητά μοι ταῦτα ἔσται· καὶ Τιμόθεος τῆς παρακαταθήκης δεικνύει μοι τὸν καρπόν. Ὁρᾷς αὐτὸν οὐδὲ αἰσθανόμενον τῶν κακῶν διὰ τὴν ἐλπίδα τῶν μαθητῶν; Τοιοῦτον εἶναι τὸν διδάσκαλον χρὴ, οὕτω κήδεσθαι τῶν μαθητῶν, τούτους πάντα ἡγεῖσθαι. Νῦν ζῶμεν, φησὶν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν, Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ὁρᾷς αὐτὸν ταῦτα μεριμνῶντα, οὐχ ἧττον τῶν οἰκείων τὰ τῶν μαθητῶν; ∆εῖ γὰρ τοὺς φυσικοὺς πατέρας ὑπεραίρειν, δεῖ θερμοτέρους εἶναι. Ἀλλὰ καὶ τοὺς παῖδας φιλοστόργως πρὸς αὐτοὺς διακεῖσθαι προσήκει. Πείθεσθε γὰρ, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, εἰδότες ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Εἰπὲ γάρ μοι, αὐτὸς μὲν τοσούτῳ κινδύνῳ ἐστὶν ὑπεύθυνος· σὺ δὲ οὐδὲ πείθεσθαι αὐτῷ βούλει, καὶ ταῦτα εἰς τό σοι συμφέρον; Κἂν γὰρ τὰ καθ' ἑαυτὸν καλῶς διάθηται, ἕως ἂν τὰ σὰ μὴ καλῶς ᾖ διακείμενα, ἐναγώνιός ἐστι, διπλᾶς δίδωσι τὰς εὐθύνας. Ἐννόησον δὲ ὅσον ἐστὶ καθ' ἕκαστον τῶν ἀρχομένων ἐξετάζεσθαι καὶ ἀγωνιᾷν. Πόσην βούλει θεῖναι τιμήν; πόσην θεραπείαν ἀντίῤῥοπον τῶν κινδύνων τούτων; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς· οὔπω γὰρ τὴν ψυχὴν ἐπιδέδωκας, αὐτὸς δὲ τὴν ψυχὴν τίθησιν ὑπὲρ σοῦ. Κἂν μὴ θῇ ἐνταῦθα καιροῦ καλοῦντος, ἀπολλύει αὐτὴν ἐκεῖ· σὺ δὲ οὐδὲ μέχρι λόγου ὑποτάσσεσθαι βούλει. Τοῦτο πάντων τῶν κακῶν αἴτιον, ὅτι τὰ τῶν ἀρχόντων ἠφανίσθη· οὐδεμία αἰδὼς, οὐδεὶς φόβος. Πείθεσθε, φησὶ, τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· νυνὶ δὲ πάντα κατεστράφη καὶ συγκέχυται. Οὐχὶ τῶν ἡγουμένων ἕνεκεν ταῦτα λέγω· τί γὰρ ἀπὸ τῆς τιμῆς ὠφεληθήσονται τῆς ἡμετέρας, ἢ τοσοῦτον ὅσον πειθηνίους ἕξουσιν; ἀλλὰ διὰ τὸ ὑμῖν συμφέρον. Οὗτοι μὲν γὰρ, κἂν τιμηθῶσιν, οὐδὲν ὠφελοῦνται πρὸς τὸ μέλλον, ἀλλὰ μεῖζον αὐτοῖς τὸ κατάκριμα· κἂν ὑβρισθῶσιν, οὐδὲν ἐβλάβησαν πρὸς τὸ μέλλον, ἀλλὰ καὶ πλείων αὐτοῖς ἡ ἀπολογία. Ἀλλ' ὑμῶν αὐτῶν ἕνεκεν ἅπαντα βούλομαι γενέσθαι. Ὅταν γὰρ τιμῶνται παρὰ τῶν ἀρχομένων οἱ ἡγούμενοι, καὶ τοῦτο αὐτοῖς προφέρεται, καθάπερ τῷ Ἠλεὶ ἔλεγεν, Ἔλαβόν σε ἐκ τοῦ οἴκου τοῦ πατρός σου· ὅταν δὲ ὑβρίζωνται, καθάπερ ἐπὶ τοῦ Σαμουὴλ, Οὐ σὲ, φησὶν, ἐξουθενήκασιν, ἀλλ' ἢ ἐμέ. Ὥστε ἡ μὲν ὕβρις κέρδος αὐτοῖς ἐστιν, ἡ δὲ τιμὴ βάρος. Οὐκ αὐτῶν τοίνυν ἕνεκεν ταῦτα λέγω, ἀλλ' ὑμῶν αὐτῶν. Ὁ τιμῶν τὸν ἱερέα, καὶ τὸν Θεὸν τιμήσει· ὁ δὲ μαθὼν τοῦ ἱερέως καταφρονεῖν, ὁδῷ προβαίνων καὶ εἰς τὸν Θεὸν ὑβρίσει ποτέ. Ὁ δεχόμενος ὑμᾶς, φησὶν, ἐμὲ δέχεται· καὶ, Τοὺς ἱερέας αὐτοῦ, φησὶν, ἐντίμους ἔχε. Ἐντεῦθεν ἔμαθον Ἰουδαῖοι τοῦ Θεοῦ καταφρονεῖν, ὅτι Μωϋσέως κατεφρόνησαν, ὅτι αὐτὸν ἐλίθαζον. Ὅταν γάρ τις πρὸς τὸν ἱερέα εὐλαβῶς διατεθῇ, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν. Κἂν ὁ ἱερεὺς φαῦλος ᾖ, ὁ Θεὸς ὁρῶν ὅτι διὰ τὴν πρὸς αὐτὸν τιμὴν καὶ τὸν οὐκ ἄξιον τιμῆς θεραπεύεις, καὶ αὐτὸς ἀποδώσει σοι τὴν ἀμοιβήν. Εἰ γὰρ ὁ δεχό 62.610 μενος προφήτην, φησὶν, εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται· καὶ ὁ τιμῶν καὶ ὁ εἴκων καὶ ὑπακούων, δηλονότι τῷ ἱερεῖ. Εἰ γὰρ ἔνθα φιλοξενίας λόγος, ἔνθα οὐκ οἶδας τὸν καταγόμενον, τοσοῦτον λαμβάνεις μισθόν· ᾧ καὶ κελεύει ὑποτάσσεσθαι, ἂν ὑποταγῇς, πολλῷ μᾶλλον. Ἐπὶ τῆς Μωϋσέως, φησὶ, καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Οὐκ οἶδας τί ἐστιν ὁ