1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

12

τὴν φυλακήν. ∆ιὰ τί; Ὅτι πολλοὶ οἱ λῃσταὶ, σκότος βαθύ· ὁ διάβολος ἐφέστηκεν ἔτι καὶ ἐφεδρεύει· οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ, ποίῳ καιρῷ ἐπιτίθεται. Πῶς οὖν ἀρκέσομεν πρὸς τὴν φυλακὴν, φησί; ∆ιὰ Πνεύματος ἁγίου, τουτέστιν, ἐὰν τὸ Πνεῦμα ἔχωμεν παρ' ἡμῖν· ἐὰν μὴ τὴν χάριν φυγαδεύσωμεν, παρέσται. Ἐὰν γὰρ μὴ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Τοῦτο τεῖχος ἡμῖν, τοῦτο φρούριον, τοῦτο καταφυγή. Εἰ τοίνυν ἐνοικεῖ, καὶ αὐτὸ φυλάσσει, τίς χρεία παραγγελίας; Ἵνα αὐτὸ, φησὶ, κατέχωμεν, ἵνα αὐτὸ φυλάσσωμεν, καὶ μὴ διώκωμεν διὰ τῶν φαύλων πράξεων. Εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς, οὐχὶ καταβαλεῖν τὸν μαθητὴν βουλόμενος, ἀλλὰ διαναστῆσαι, ἵνα εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, μὴ ξενοπαθῇ, πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ μεμνημένος πάντων τῶν συμβάντων αὐτῷ. Τί οὖν φησιν; Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν συλληφθέντα ἐγκαταλειφθῆναι, καὶ μηδεμιᾶς ἀπολαῦσαι φιλανθρωπίας, μηδὲ ῥοπῆς, μηδὲ βοηθείας, ἀλλὰ καὶ ὑπ' αὐτῶν τῶν πιστῶν καὶ φίλων προδεδόσθαι, ἄκουε τί φησιν· Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ. Εἰκὸς 62.614 ἦν ἐν Ῥώμῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν Ἀσίας μερῶν· ἀλλ' οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισε, πάντες ἀπηλλοτριώθησαν. Καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν. Εἶπε τὸ γενόμενον μόνον, οὐχὶ κατηράσατο αὐτοῖς· ἀλλὰ τὸν μὲν πράξαντα τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται τούτῳ μυρία ἀγαθὰ, ἐκείνοις δὲ οὐ κατηράσατο, ἀλλὰ τί φησιν; Ὦν ἐστι Φύγελος καὶ Ἑρμογένης. ∆ῴη ἔλεος ὁ Κύριος, φησὶ, τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με, καὶ εὗρε. Θέα πῶς πανταχοῦ τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ φοβηθῆναι τὸν Τιμόθεον, καίτοι κινδύνων τὸ πρᾶγμα ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειωσάμενος. Ἀλλὰ γενόμενος, φησὶν, ἐν Ῥώμῃ οὐ μόνον οὐκ ἔφυγέ μου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με, καὶ εὗρε. ∆ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ, μήτε ἀπειλῇ, μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλήλοις, καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν. Οὐ γὰρ τοῖς κινδυνεύουσι τοσοῦτον, ὅσον ἑαυτοῖς χαρίζονται, κοινωνοὺς ἑαυτοὺς ποιοῦντες διὰ τῶν εἰς ἐκείνους γεγενημένων τῶν ἐκείνοις ὀφειλομένων στεφάνων. Οἷον, ἐν θλίψει καθέστηκέ τις τῶν ἀνακειμένων Θεῷ, πολλὰ πάσχων δεινὰ, καὶ μετὰ πολλῆς τῆς καρτερίας ἀθλῶν· σὺ οὐδέπω πρὸς τὸν ἀγῶνα τοῦτον εἱλκύσθης· ἔξεστί σοι, εἰ βουληθείης, καὶ μὴ ἐμβάντι εἰς τὸ στάδιον, μεριστῇ γενέσθαι τῶν ἀποκειμένων αὐτῷ στεφάνων, παρόντι, ἀλείφοντι, προτρέποντι, διεγείροντι. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἄκουσον τί φησιν ἑτέρωθι γράφων· Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει· καὶ πάλιν· Ὅτε καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε. Καὶ πῶς οἱ ἀπόντες τῷ μὴ παρόντι ἐκοινώνησαν τῆς θλίψεως; Πῶς; Ὅτι ἐπέμψατέ μοι, φησὶ, τὰ εἰς τὴν χρείαν καὶ ἅπαξ καὶ δίς. Καὶ πάλιν περὶ τοῦ Ἐπαφροδίτου λέγων φησίν· Ὅτι ἤγγισε μέχρι θανάτου παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οὐχ οἱ πολεμοῦντες μόνον, ἀλλὰ καὶ οἱ τὰ σκεύη φυλάσσοντες τιμῆς μετέχουσι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ τῶν ἴσων πολλάκις ἐπέτυχον δώρων, καίτοι γε οὐδὲ τὰς χεῖρας αἱμάξαντες, οὐδὲ τὰ ὅπλα θέμενοι, ἀλλ' οὐδὲ ὅλως τὴν παράταξιν θεασάμενοι τῶν πολεμίων· πολλῷ μᾶλλον ἐπὶ τούτων τῶν θλίψεων. Ὁ γὰρ βοηθῶν τῷ ἀθλητῇ λιμῷ τηκομένῳ, ὁ παρὼν, ὁ λόγοις παρακαλῶν, ὁ