1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

14

ἅπαξ ἐργάζεσθαι οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ δι' ὅλης τῆς ζωῆς. Ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐχ ἅπαξ τραφὲν ἔχει τῆς ὅλης ζωῆς τὴν ὑπόστασιν, ἀλλὰ δεῖται καὶ τῆς καθημερινῆς τροφῆς· οὕτω δὴ καὶ ἐνταῦθα ἐπὶ τῆς εὐσεβείας καθ' ἑκάστην ἡμέραν δεόμεθα τῆς ἀπὸ τῶν ἔργων βοηθείας. Πολλοῦ γὰρ ἡμῖν ἐλέου χρεία· διὰ γὰρ τὰ ἁμαρτήματα ἡμῶν καὶ ὁ φιλάνθρωπος Θεὸς ἐκεῖνα πάντα ποιεῖ, οὐδὲν μὲν αὐτῶν δεόμενος, πάντα δὲ ποιῶν δι' ἡμᾶς. ∆ιὰ γὰρ τοῦτο πάντα ἡμῖν ἐξεῖπε καὶ διηγήσατο, καὶ οὐ διηγήσατο μόνον, ἀλλὰ καὶ δι' ἔργων πιστοῦται. Ἀξιόπιστος μὲν γὰρ ἦν καὶ ἀπὸ ῥημάτων μόνον· ἀλλ' ἵνα μή τις ὑπερβολῆς, μηδὲ ἀπειλῆς μόνης εἶναι νομίσῃ τὰ ῥήματα, καὶ τὴν ἀπὸ τῶν ἔργων πληροφορίαν προστίθησι. Πῶς; Καὶ ἰδίᾳ καὶ κοινῇ τὰς τιμωρίας ἐπάγων. Καὶ ἵνα μάθῃς δι' αὐτῶν τῶν πραγμάτων, ποτὲ μὲν τὸν Φαραὼ ἐκόλασε, ποτὲ δὲ κατακλυσμὸν τῶν ὑδάτων ἐπήγαγε καὶ τὴν πανωλεθρίαν ἐκείνην, ποτὲ δὲ τὸν τοῦ πυρός. Καὶ νῦν δὲ ὁρῶμεν πολλοὺς κολαζομένους τῶν πονηρῶν, καὶ δίκην τιννύντας· ἅπερ ὑποδείγματα τῆς γεέννης ἐστίν. γʹ. Ἵνα γὰρ μὴ καθεύδωμεν, μηδὲ ῥᾳθυμῶμεν, μηδὲ ἐπιλανθανώμεθα τῶν ῥημάτων, διὰ τῶν ἔργων ἡμᾶς ὑπομιμνήσκει καὶ διεγείρει, ἐνταῦθα δεικνὺς κριτήρια, δικαστήρια, εὐθύνας. Εἶτα παρὰ ἀνθρώποις μὲν τοσαύτη τοῦ δικαίου ἐπιμέλεια, παρὰ δὲ Θεῷ τῷ καὶ ταῦτα νομοθετήσαντι οὐδεὶς τούτων λόγος; καὶ πῶς ἂν ἔχοι ταῦτα πίστιν; Καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ δικαστήρια ἔστιν ἰδεῖν. Ἐν οἰκίᾳ μὲν γὰρ ὁ δεσπότης δούλοις δικάζει καθ' ἑκάστην ἡμέραν, καὶ τῶν ἁμαρτημάτων αὐτοὺς ἀπαιτεῖ εὐθύνας, καὶ τὰ μὲν κολάζει, τὰ δὲ ἀφίησιν. Ἐν ἀγροῖς πάλιν ὁ γεωργὸς καὶ ἡ γυνὴ δικάζεται καθ' ἑκάστην ἡμέραν· ἐν πλοίοις ὁ κυβερνήτης δικάζει, ἐν στρατοπέδοις ὁ στρατηγὸς τοὺς στρατιώτας· καὶ πολλὰ ἄν τις εὕροι δικαστήρια· ἐν τέχναις ὁ διδάσκαλος τῷ μαθητῇ. Καὶ ἰδίᾳ τοίνυν καὶ κοινῇ πάντες ἀλλήλοις δικάζουσι, καὶ οὐδαμοῦ τοῦ δικαίου τὸν λόγον παραμελούμενον ἴδοι τις ἂν, ἀλλὰ πάντας εὐθύνας διδόντας πανταχοῦ. Εἶτα ἐνταῦθα μὲν οὕτω διέσπαρται καὶ κατὰ πόλιν καὶ κατὰ οἰκίας, καὶ καθ' ἕνα ἕκαστον ἡ τοῦ δικαίου ζήτησις, ἐκεῖ δὲ, ἔνθα δικαιοσύνης πλήρης ἡ δεξιὰ τοῦ Θεοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ὡς ὄρη Θεοῦ, ἐκεῖ οὐδεὶς τοῦ δικαίου λόγος; Καὶ πῶς ὁ Θεὸς ὁ κριτὴς καὶ δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος ἀνέχεται, καὶ οὐκ ἀπαιτεῖ τὰς τιμωρίας; Ἐνταῦθα ἔχεις τὴν αἰτίαν· μακρόθυμος, φησὶν, ἐστὶ, μακροθυμεῖ δὲ εἰς μετάνοιάν σε ἕλκων· ἂν δὲ ἐπιμένῃς, Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Εἰ δίκαιος τοίνυν ἐστὶ, τὸ κατ' ἀξίαν ἀποδίδωσι, καὶ οὐ περιορᾷ ἀτιμωρητὶ τοὺς πάσχοντας κακῶς· τοῦτο γὰρ δικαίου. Εἰ ἰσχυρὸς, καὶ μετὰ 62.617 θάνατον ἀποδίδωσι, καὶ ἐν τῇ ἀναστάσει· τοῦτο γὰρ ἰσχυροῦ. Εἰ δὲ μακρόθυμος ὢν ἀνέχεται, μὴ θορυβηθῶμεν, μηδὲ λέγωμεν, ∆ιὰ τί ἐνταῦθα οὐκ ἐπεξέρχεται; Εἰ γὰρ τοῦτο ἐγίνετο, προανήρπαστο ἂν τὸ γένος τὸ ἀνθρώπινον, εἰ καθ' ἑκάστην ἡμέραν ἀπῄτει δίκας ἡμᾶς τῶν πεπλημμελημένων. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἡμέρα ἁμαρτημάτων καθαρὰ, ἀλλ' ἢ μέγα, ἢ μικρόν τι προσκρούομεν. Ὥστε οὐδ' ἂν ἐφθάσαμεν οὐδὲ εἰς εἰκοστὸν ἔτος ἕκαστος ἐλθεῖν, εἰ μὴ πολλὴ αὐτοῦ ἦν ἡ μακροθυμία καὶ ἡ ἀγαθότης, πολλὴν ἡμῖν παρέχουσα τὴν προθεσμίαν τῆς μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα. Ἕκαστος τοίνυν μετὰ συνειδότος ὀρθοῦ εἰσιὼν εἰς τὰ πεπραγμένα αὐτῷ, καὶ τὸν βίον αὐτοῦ πάντα εἰς μέσον ἀγαγὼν, ἐπισκοπείτω, εἰ μὴ μυρίων τιμωριῶν ἄξιος καὶ κολάσεών ἐστι· καὶ ὅταν ἀγανακτῇ, διὰ τί μὴ ὁ δεῖνα μυρία πράττων φαῦλα, δίκην δίδωσιν, ἐννοείτω τὰ ἑαυτοῦ, καὶ παύσει τὴν ἀγανάκτησιν. Ἐκεῖνα γὰρ μεγάλα φαίνεται, ἐπειδὴ ἐπὶ μεγάλοις γίνεται καὶ φανεροῖς· εἰ δὲ τὰ ἑαυτοῦ ἐξετάσειεν, ἴσως εὑρήσει πλείονα. Τὸ γὰρ ἁρπάζειν καὶ πλεονεκτεῖν ὅμοιόν ἐστιν, ἄν τε ἐπὶ χρυσίου, ἄν