1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

18

εὐαγγέλιόν μου, φησί. Πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν λέγων, Κατὰ τὸ εὐαγγέλιόν μου, ἢ ἐπειδὴ αὐτῷ πείθεσθαι ἐχρῆν, ἢ ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόμενοι ἕτερα. Ἐν ᾧ κακοπαθῶ, φησὶ, μέχρι δεσμῶν, ὡς κακοῦργος. Πάλιν παρ' ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, πάλιν τὴν προτροπήν· καὶ δύο τούτοις τὸν ἀκροατὴν ἀλείφει, τῷ τε εἰδέναι κακοπαθεῖν, καὶ τῷ μὴ ἐπ' οὐδενὶ χρησίμῳ τοῦτο ποιεῖν. Οὕτω μὲν κερδανεῖ, ἐκείνως δὲ καὶ βλαβήσεται. Τί γὰρ ὄφελος, ἐὰν δείξῃς τὸν διδάσκαλον κακοπαθοῦντα μὲν, ἐπ' οὐδενὶ δὲ χρησίμῳ; ἀλλ' ἐκεῖνο θαυμαστὸν, εἰ ἐπί τινι χρησίμῳ 62.621 εἰ ἐπ' ὠφελείᾳ τῶν διδασκομένων. Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Τουτέστιν, εἰ μὲν κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἢ εἰ πόλεμον ἐπολεμοῦμεν αἰσθητὸν, ἴσχυε ταῦτα τὰ δεσμὰ τὰς χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς, ὡς μηδενὶ καταγωνίζεσθαι. ∆εσμοῦνται μὲν γὰρ αἱ χεῖρες, ἀλλ' οὐχ ἡ γλῶττα· γλῶτταν γὰρ οὐδεὶς δῆσαι δύναται, ἀλλ' ἢ δειλία μόνον καὶ ἀπιστία· ὡς ἂν ταύτην μὴ ἔχωμεν, κἂν περιβάλῃς δεσμὰ, τὸ κήρυγμα οὐ δέδεται. Οἷον, γεωργόν τις ἐὰν δήσῃ, τὸν σπόρον ἐνεπόδισε· τῇ χειρὶ γὰρ σπείρει· διδάσκαλον ἐὰν δήσῃς, τὸν λόγον οὐκ ἐνεπόδισας· τῇ γλώττῃ γὰρ σπείρει, οὐ τῇ χειρί. Οὐχ ὑποβάλλεται τοίνυν δεσμῷ ὁ λόγος ὁ ἡμέτερος· ἡμῶν γὰρ δεδεμένων, ἐκεῖνος λέλυται καὶ τρέχει. Πῶς; φησίν· Ὅτι ἰδοὺ καὶ δεδεμένοι κηρύττομεν. Τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χρή. Ἤκουσας ὅτι ὡς κακοῦργος ταῦτα πάσχω; μὴ κατηφὴς γένῃ. Πολὺ γὰρ τὸ θαῦμα, δεδεμένον ὄντα τὰ τῶν λελυμένων ποιεῖν, δεδεμένον πάντων περιγενέσθαι, δεδεμένον καταγωνίζεσθαι τοὺς δεδεκότας. Θεοῦ γάρ ἐστιν ὁ λόγος, οὐχ ἡμῶν· δεσμὰ δὲ ἀνθρώπινα Θεοῦ λόγον περιβαλεῖν οὐ δυνήσεται. Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτούς. ∆ιὰ τοῦτο γὰρ, φησὶ, πάντα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Ἰδοὺ καὶ ἄλλη προτροπή· Οὐχ ὑπὲρ ἐμαυτοῦ, φησὶν, ἀλλ' ὑπὲρ τῆς ἑτέρων σωτηρίας ταῦτα ὑπομένω. Ἐξὸν ἦν ἀκινδύνως ζῇν, ἐξὸν ἦν μηδὲν τούτων πάσχειν, εἴ γε τὰ ἐμαυτοῦ ἐσκόπουν. Ἀλλὰ διὰ τίνα ταῦτα πάσχω; Ὑπὲρ τῶν ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. Τί οὖν καὶ ἐπαγγέλλῃ; Οὐχ ἁπλῶς εἶπε, ∆ιὰ τούσδε, ἀλλὰ, ∆ιὰ τοὺς ἐκλεκτούς. Εἰ ὁ Θεὸς αὐτοὺς ἐξελέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, Ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι. Τὸ εἰπεῖν, Καὶ αὐτοὶ, δεικνύντος ἐστὶ καὶ λέγοντος, ὡς Καὶ ἡμεῖς· καὶ γὰρ καὶ ἡμᾶς ὁ Θεὸς ἐξελέξατο. Καὶ ὥσπερ δι' ἡμᾶς ὁ Θεὸς ἔπαθεν, οὕτω καὶ ἡμεῖς δι' ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, οὐχὶ χάρις. Ἐπὶ μὲν τοῦ Θεοῦ χάρις ἦν· οὐ γὰρ προευπαθὼν εὐηργέτησεν· ἐπὶ δὲ ἡμῶν ἀντίδοσις· προευπαθόντες ἡμεῖς παρὰ τοῦ Θεοῦ, πάσχομεν ὑπὲρ τούτων ὧν πάσχομεν, ἵνα σωτηρίας τύχωσι. Τί λέγεις; ποίας σωτηρίας; ὁ σεαυτῷ αἴτιος μὴ ὢν σωτηρίας, ἀλλὰ ἀπολλύμενος, ἑτέρῳ σωτηρίας αἴτιος γίνῃ; ∆ιὰ τοῦτο προσέθηκεν· Οὐ ταύτης, φησὶν, ἀλλὰ Τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου. Ὀδυνηρὰ τὰ παρόντα, ἀλλ' ἐπὶ τῆς γῆς· κατηφῆ τὰ παρόντα, ἀλλὰ πρόσκαιρα· ἀηδίας μεστὰ καὶ ὀδύνης, ἀλλὰ μέχρι σήμερον καὶ αὔριον μόνον. γʹ. Τὰ μέντοι χρηστὰ οὐ τοιαῦτα, ἀλλ' αἰώνια, ἀλλ' ἐν οὐρανῷ. Ὄντως ἐκείνη δόξα, αὕτη δὲ ἀτιμία. Θέα γάρ μοι, ἀγαπητέ· οὐκ ἔστι δόξα ἐπὶ τῆς γῆς, ἀλλ' ἡ ὄντως δόξα ἐν οὐρανοῖς ἐστιν. Εἰ δέ τις δοξάζεσθαι βούλεται, ἀτιμαζέσθω· εἴ τις ἀνέσεως βούλεται τυχεῖν, θλιβέσθω· εἴ τις διαπαντὸς εὐδοκιμεῖν καὶ τρυφᾷν, τὰ πρόσκαιρα διαπτυέτω. Ὅτι δὲ ἡ ἀτιμία δόξα ἐστὶν, ἡ δὲ δόξα ἀτιμία, φέρε, κατὰ δύναμιν τοῦτο παραστήσωμεν, ἵνα τὴν ὄντως δόξαν ἴδωμεν. Οὐκ ἔστιν ἐπὶ γῆς δοξάζεσθαι· εἰ δὲ βούλει δοξάζεσθαι, δι' ἀτιμίας. Καὶ φέρε ἐπὶ τῶν δύο προσώπων τοῦτο ἐξετάσωμεν, ἐπὶ τοῦ