1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

34

αὐτοὺς δαπανᾷν. Οὕτως ἀκόρεστος ἡ ἐπιθυμία αὕτη. Τί γὰρ ἂν εἴη τούτων καταγελαστότερον; Εἶδες ἀμηχανίαν πραγμάτων; βούλεται ἔχειν πολλοὺς τοὺς διακονουμένους αὐτῷ, καὶ ἀλγεῖ ὅτι τροφῆς οὗτοι μετέχουσιν, ἅτε ἐλαττοῦντες αὐτοῦ τὴν οὐσίαν. Τί οὖν, εἰπέ μοι; βούλει λιθίνους εἶναι τοὺς ἀνθρώπους; Χλευασία ταῦτα πάντα, κύματα, καὶ ζάλη, καὶ χειμὼν, καὶ τρικυμία, καὶ πολὺς ὁ θόρυβος τῇ ψυχῇ· ἀεὶ πεινᾷ, ἀεὶ διψᾷ. Εἰπὲ δή μοι, τοῦτον οὐκ ἐλεήσομεν οὐδὲ δακρύσομεν; Ἀλλ' ἐν μὲν τοῖς σώμασι τὸ τοιοῦτον κόλασίς ἐστιν ἡ χαλεπωτάτη, βουλιμία λεγομένη παρὰ τῶν ἰατρῶν, ὅταν τις πολλῶν ἐμφορούμενος, τοῦ λιμώττειν μὴ ἀπαλλάττηται· ἐπὶ δὲ τῆς ψυχῆς οὐ δακρύσομεν τὸ αὐτὸ τοῦτο πάθος; Βουλιμία γὰρ ψυχῆς ἡ φιλαργυρία, ἣ πολλῶν μὲν ἐμπίπλαται, οὐδέποτε δὲ ἵσταται, ἀλλ' ὑπὸ τῆς ἐπιθυμίας ἀεὶ κατατείνεται. Εἰ γὰρ ἑλλέβορον ἔδει πιεῖν, ἢ μυριάκις ὑποστῆναί τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύμως καταδέξασθαι; Οὐκ ἔστι χρημάτων πλῆθος, ὃ τὴν ἀκόρεστον νηδὺν ἐμπλῆσαι δύναται. Οὐκ αἰδεσθησόμεθα τοίνυν ἡμεῖς, εἰ περὶ μὲν χρημάτων οὕτω τινὲς μεμήνασι, περὶ δὲ τὸν Θεὸν ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης ἐπιδεικνύμεθα, ἀλλὰ ἀργυρίου γίνεται ἀτιμότερος ἡμῖν ὁ Θεός; Καὶ γὰρ ὑπὲρ μὲν ἀργυρίου καὶ ἀγρυπνίας καὶ ἀποδημίας καὶ κινδύνους ἐπαλλήλους καὶ μῖσος καὶ ἐπιβουλὰς καὶ πάντα ὑπομένουσιν ἄνθρωποι· ἡμεῖς δὲ ὑπὲρ τοῦ Θεοῦ οὐδὲ ψιλὸν ῥῆμα προέσθαι ἀνεχόμεθα, οὐδὲ ἀπέχθειαν ἀναδέξασθαι, ἀλλὰ ἂν δέῃ τινὶ τῶν καταπονουμένων ἀμῦναι, τὰς τῶν δυναστευόντων ἔχθρας ὑποστελλόμενοι καὶ τοὺς κινδύνους, προδιδόαμεν τὸν ἠδικημένον· καὶ δύναμιν λαβόντες παρὰ τοῦ Θεοῦ ὥστε βοηθεῖν, ἀπόλλυμεν αὐτὴν διὰ τὸ μὴ βούλεσθαι μισεῖσθαι μηδὲ ἀπεχθάνεσθαι· καὶ εὐθέως τοῦτο προβάλλονται οἱ πολλοὶ, Εἰκῆ φιλοῦ, λέγοντες, εἰκῆ μὴ μισοῦ. Τοῦτο δὲ εἰκῆ μισεῖσθαί ἐστι; τί δὲ τοῦ μίσους τούτου κρεῖττον; Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Θεὸν τὸ μῖσος τὸ δι' αὐτὸν πολλῷ βέλτιον. Ὅταν γὰρ φιλώμεθα διὰ τὸν Θεὸν, ἡμεῖς ὀφειλέται ἐσμὲν τῆς τιμῆς· ὅταν δὲ μισώμεθα, αὐτὸς ἡμῖν ὀφειλέτης ἐστὶ τοῦ μισθοῦ. Ὅσον ἂν ἀγαπήσωσι τὸν χρυσὸν οἱ φιλοχρήματοι, οὐκ ἴσασι μέτρον ἀγάπης· ἡμεῖς δὲ κἂν μικρόν τι ἐργασώμεθα, τὸ πᾶν ἠνυκέναι νομίζομεν. Ὡς ἐκεῖνοι τὸν χρυσὸν φιλοῦσιν, ἡμεῖς τὸν Θεὸν οὐ φιλοῦμεν, ἀλλ' οὐδὲ τὸ πολλοστὸν μέρος. Πολλὴ ἐκείνων κατηγορία, ὅτι τοσαύτην περὶ τὸν χρυσὸν τὴν μανίαν ἔχουσι· πολλὴ ἡμῶν κατάγνωσις ὅτι οὐ μαινόμεθα οὕτω περὶ τὸν Θεὸν, ἀλλ' ὅσον τῇ γῇ (γῆ γὰρ ὁ χρυσὸς ὁ μεταλλικὸς), ὅσην τῇ γῇ τιμὴν ἀπονέμουσιν ἐκεῖνοι, τοσαύτην οὐκ ἀπονέμομεν ἡμεῖς τῷ πάντων ∆εσπότῃ. γʹ. Ἴδωμεν αὐτῶν τὴν μανίαν, καὶ αἰδεσθῶμεν. Τί γὰρ, εἰ καὶ ἡμεῖς μὴ περικαιόμεθα τοῦ χρυσοῦ, ἀλλ' οὐδὲ τοῦ Θεοῦ δεόμεθα σπουδαίως; Ἐνταῦθα μὲν γὰρ ἄνθρωποι γυναικὸς καταφρονοῦσι καὶ παίδων καὶ οὐσίας καὶ αὐτῆς τῆς σωτηρίας αὐτῶν, καὶ ταῦτα οὐκ εἰδότες, ὅτι τὴν οὐσίαν αὔξουσι τὴν ἑαυτῶν· πολλάκις γὰρ ἐν μέσαις ταῖς ἐλπίσι καὶ τὴν ψυχὴν ἀφέντες 62.640 ἀπῆλθον εἰκῆ πονήσαντες· ἡμεῖς δὲ εἰδότες ὅτι ἐπιτευξόμεθα τοῦ ποθουμένου, ἂν αὐτὸν ἀγαπήσωμεν ὡς ἀγαπᾷν χρὴ, οὐδὲ οὕτω φιλοῦμεν, ἀλλὰ πάντα κατεψύξαμεν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, τὴν πρὸς τὸν Θεόν· ἀπὸ τούτου τὴν πρὸς τὸν Θεὸν, ἐπειδὴ καὶ τὴν πρὸς τὸν πλησίον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνδρα οὐκ εἰδότα φιλεῖν, ἔχειν τι γενναῖον καὶ φρόνημα ἀνδρεῖον. Ἡ γὰρ ὑποβάθρα πάντων τῶν ἀγαθῶν οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ φιλία· Ἐν τούτῳ, φησὶν, ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Καθάπερ γὰρ εἰς ὕλην πῦρ εἰσελθὸν πάντα διακαθαίρειν εἴωθεν· οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης ὅπουπερ ἂν ἐμπέσοι, πάντα ἀναιρεῖ καὶ διακόπτει τὰ τῷ θείῳ λυμαινόμενα σπόρῳ, καὶ τὴν γῆν καθαρὰν πρὸς