1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

39

καινοτομεῖν καὶ πλανᾷν, οὐ στήσονται τῆς πλάνης, ἀλλ' ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· καὶ γὰρ ἡ πλάνη οὐδαμοῦ ἵσταται. Ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσιν, οὐδὲ συναρπάσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινας παρακρούεσθαι, ἀλλ' εὐφώρατοι ταχέως ἔσονται. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουσον τί λέγει· Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσι. Πόθεν; Πανταχόθεν· Ὥσπερ καὶ ἡ ἐκείνων ἐγένετο. Κἂν γὰρ πρότερον ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει. Τοιαῦτα γὰρ τὰ μὴ φύσει καλὰ, ἀλλὰ δοκοῦντα εἶναι καλά· πρὸς καιρὸν ἀνθεῖ, καὶ φωρᾶται καὶ ἀπόλλυται. Ἀλλ' οὐ τὰ 62.645 ἡμέτερα τοιαῦτα· καὶ τούτων σὺ μάρτυς· οὐ γὰρ ἐν ἀπάτῃ τὰ ἡμέτερα· τίς γὰρ ἂν ὑπὲρ ἀπάτης καὶ ἀποθανεῖν ἕλοιτο; Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. Ὥστε ἰσχυρὸς ἔσο· οὐ γὰρ ἁπλῶς παρεγένου, ἀλλὰ παρηκολούθηκας. Ἐνταῦθα τὸν χρόνον σημαίνει πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, Παρηκολούθηκας τῇ διδασκαλίᾳ. Τοῦτο περὶ λόγου. Τῇ ἀγωγῇ· τοῦτο περὶ βίου. Τῇ προθέσει· τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς. Οὐχὶ ἔλεγον μὲν, φησὶ, ταῦτα, οὐκ ἐποίουν δὲ, οὐδὲ ἐν λόγοις μόνον ἐφιλοσόφουν. Τῇ πίστει, τῇ μακροθυμίᾳ. Πῶς οὐδέν με τούτων, φησὶν, ἐτάραττε. Τῇ ἀγάπῃ· ὅπερ οὐκ εἶχον οὗτοι. Τῇ ὑπομονῇ· ὥσπερ οὐδὲ τοῦτο. Τῇ μακροθυμίᾳ, φησί. Πρὸς τοὺς αἱρετικοὺς πολλὴν ἐπεδεικνύμην τὴν μακροθυμίαν. Τῇ ὑπομονῇ, πρὸς τοὺς διωγμούς. Τοῖς διωγμοῖς, τοῖς παθήμασι. ∆ύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι πολλοὺς, καὶ τὸ μὴ καρτερεῖν ἐν τοῖς παθήμασιν. Ἀλλ' ὅμως ὑπὲρ τούτων πολλὰ διελέχθη, ὅτι καὶ πάλαι ἦσαν καὶ ἔσονται, καὶ χρόνος οὐδεὶς καθαρὸς τούτων, καὶ ὅτι ἡμᾶς οὐδὲν βλάψαι δυνήσονται, καὶ ὅτι ἐν τῷ κόσμῳ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἐστιν. Ὁρᾷς λοιπὸν αὐτὸν περὶ τῶν θλίψεων διαλεγόμενον; Οἷα μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τί δήποτε ταῦτα μόνα εἴρηκεν ἀπὸ πολλῶν; Ἐπειδὴ γνώριμα ἦν τῷ ἀνδρὶ τὰ λοιπά· καὶ ἴσως ὡς νεαρῶν τῶν πραγμάτων τούτων μέμνηται, οὐ τῶν πάλαι· καὶ οὐκ ἀπαριθμεῖται κατ' εἶδος· οὐ γάρ ἐστι κενόδοξος οὐδὲ φιλότιμος· πρὸς γὰρ παραμυθίαν τοῦ μαθητοῦ, οὐ πρὸς ἐπίδειξιν λέγει. Ἀντιόχειαν δὲ τὴν τῆς Πισιδίας ἐνταῦθά φησι, καὶ Λύστραν, ὅθεν ἦν ὁ Τιμόθεος. Οἵους διωγμοὺς ὑπέμεινα. Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι προέδωκέ με ὁ Θεὸς, ἀλλὰ τὸν στέφανόν μοι λαμπρότερον εἰργάσατο. Οἵους διωγμοὺς ὑπέμεινα, φησὶ, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. γʹ. Τί δὲ ὅλως λέγω περὶ ἐμαυτοῦ, φησίν; ἕκαστος τῶν θελόντων ζῇν εὐσεβῶς, διωχθήσεται. ∆ιωγμοὺς ἐνταῦθά φησι τὰς θλίψεις, τὰς ὀδύνας. Καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα λύπης εἶναι χωρὶς, θλίψεως, ὀδύνης, πειρασμῶν· πῶς γὰρ, ὁ στενὴν καὶ τεθλιμμένην ὁδεύων ὁδόν; ὁ ἀκούσας, ὅτι Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Εἰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἔλεγεν ὁ Ἰὼβ, Πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον τότε; Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες, φησὶ, προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Μηδέν σε θορυβείτω τούτων, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειρασμοῖς· τοιαύτη τοῦ πράγματος ἡ φύσις ἐστίν. Ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει. Οὐκ ἔστι πυκτεύοντα ἐν τρυφῇ εἶναι, οὐκ ἔστι παλαίοντα εὐωχεῖσθαι. Μηδεὶς τοίνυν τῶν ἀθλούντων ἄνεσιν ζητείτω, μηδεὶς ἐν εὐθυμίᾳ εἶναι. Πάλιν τὰ παρόντα ἀγὼν, πόλεμος, θλῖψις, στενοχωρία, πειρατήριον, τῶν ἀγώνων τὸ στάδιον. Ἕτεροι τῆς ἀνέσεως οἱ καιροί· οὗτος τῶν ἱδρώτων, οὗτος τῶν πόνων ὁ καιρός. Οὐδεὶς ἀποδυσάμενος καὶ ἀλειψάμενος ἄνεσιν ἐπιζητεῖ. Εἰ δὲ 62.646