1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

43

πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, ἀλλὰ τὴν ἀρετήν. Οὗτοι κανόνες εἰσὶ, καὶ ὅροι· ὃ βούλει ἄγε ἐπ' αὐτοὺς, καὶ οὐ διαπορήσεις. Ὥσπερ γάρ ἐστι παρὰ τοῖς γραμματισταῖς ὁ τῶν ἑξακισχιλίων ἀριθμὸς, καὶ ὑπὸ τοῦτον ἅπαντα ἄγεται, καὶ πάντα μερίζειν καὶ πολυπλασιάζειν δυνατὸν ἐν τῷ κανόνι τῶν ἑξακισχιλίων, καὶ διὰ τοῦ ἀριθμοῦ τούτου πάντα στρέφεται, καὶ ἴσασι ταῦτα ὅσοι γράμματα μεμαθήκασιν· οὕτω τοὺς κανόνας τούτους, οὓς πάλιν ἐρῶ συντομώτερον, ἄν τις εἰδῇ, οὐδέποτε σκανδαλίζεται. Τίνες οὖν εἰσιν οὗτοι; Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα· ὅτι οἱ δίκαιοι θλίβονται ἐνθάδε· εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι· ὅτι οἱ 62.648 πονηροὶ εὐφραίνονται, ἵνα ἐκεῖ κολασθῶσιν· εἰ δέ τινες καὶ κολάζονται, ὥστε μὴ τὴν κακίαν δόξαι εἶναι καλὸν, μηδὲ ἀτιμώρητα τὰ πράγματα· ὅτι οὐ κολάζονται πάντες, ἵνα μὴ τῆς ἀναστάσεως ὁ καιρὸς διαπιστηθῇ· ὅτι καὶ τῶν ἀγαθῶν εἰσί τινες οἱ φαῦλα ἔχοντες ἔργα, καὶ ἐνταῦθα αὐτὰ ἀποτίθενται, καὶ τῶν πονηρῶν οἱ χρηστὰ ἔχοντες, καὶ ἐνταῦθα ἀπολαμβάνουσιν, ἵνα ἐκεῖ τιμωρηθῶσιν· ὅτι ἀκατάληπτα τὰ πλείονα τοῦ Θεοῦ ἔργα· ὅτι πολὺ τὸ μέσον ἡμῶν καὶ αὐτοῦ, καὶ ὅσον οὐκ ἔστιν εἰπεῖν. Ἂν ταῦτα ἀναλογιζώμεθα, οὐδὲν ἡμᾶς θορυβῆσαι δυνήσεται. Ἂν τῶν Γραφῶν ἀκούωμεν συνεχῶς, εὑρήσομεν καὶ παραδείγματα τοιαῦτα πολλά· Τὰ δυνάμενά σε, φησὶ, σοφίσαι εἰς σωτηρίαν. Καὶ γὰρ τὰ πρακτέα ὑποτίθενται αἱ Γραφαὶ, καὶ τὰ μὴ πρακτέα· ἄκουε γὰρ τοῦ μακαρίου τούτου ἀλλαχοῦ λέγοντος, Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ὁρᾷς ὅτι φῶς τῶν ἐν σκότει ὁ νόμος; Εἰ δὲ ὁ τὸ γράμμα δεικνὺς φῶς, τὸ γράμμα τὸ ἀποκτεῖνον, τί ἄρα ὁ τὸ πνεῦμα τὸ ζωοποιοῦν; εἰ ἡ Παλαιὰ φῶς, τί ἡ Καινὴ, ἔνθα τοσαῦτα ἀνεπετάσθη; ἔνθα τοσοῦτόν ἐστι τὸ μέσον, ὅσον εἰ τοῖς οὐδὲν πλέον τῆς γῆς εἰδόσι τὸν οὐρανόν τις ἀνοίξειε, καὶ πάντα ποιήσοι κατοπτεῦσαι. Περὶ γεέννης ἐμάθομεν, περὶ βασιλείας, περὶ κρίσεως. Μὴ πιστεύωμεν ἀλόγοις πράγμασι· γοητεία πάντα ἐκεῖνα. Τί οὖν ὅτι λέγουσι, φησὶ, καὶ ἐκβαίνει; Ἐπειδὴ σὺ πιστεύεις, εἴ γε καὶ ἐκβαίνει. Αἰχμάλωτόν σε ἔλαβε, κύριός ἐστι τοῦ βίου τοῦ σοῦ, ὡς θέλει αὐτὸν οἰκονομεῖ. Εἰπέ μοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρημίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ; Καὶ σφόδρα γε δυνήσεται. Τί δήποτε; Οὐκ ἐπειδὴ προοῖδε τὸ μέλλον, ἀλλ' ἐπειδὴ ἑκατέρου κύριος γίνεται, τοῦ ἀφανίσαι, καὶ σῶσαι τὸν παῖδα, ἐκείνου ποιήσαντος αὐτὸν κύριον. Καὶ γὰρ ἀνελεῖν, ἐὰν θέλῃ, δυνήσεται, καὶ ἀφεῖναι, ἂν βουληθῇ, ὁμοίως δυνήσεται· ὑπὸ γὰρ ἐκείνῳ γέγονεν. Ἂν εἴπῃ, ὅτι πλούσιος ἔσῃ ἢ πένης, ἀμφοτέρων κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσμου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυτοὺς ἔδωκαν. ςʹ. Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συμβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ' εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα ἔχουσι δύναμιν προγνωστικὴν, ἐμοὶ τῷ πιστῷ τούτους ἄγε. Οὐ μεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ μεγαληγορίας. Ἁμαρτημάτων μὲν γάρ εἰμι μεστός· τούτων δὲ ἕνεκεν οὐκ ἂν ταπεινοφρονήσαιμι· πάντων τῇ τοῦ Θεοῦ χάριτι καταγελῶ. Ἄγε πρὸς ἐμὲ τὸν ἄνδρα τὸν μάγον, εἴ τινα ἔχει δύναμιν προγνωστικὴν, εἰπάτω τί μοι συμβήσεται, αὔριον τί ἔσται μοι. Ἀλλ' οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰμὶ, καὶ οὐκ ἔχει τὴν ἐμὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν· πόῤῥω τῶν καταδύσεων αὐτοῦ καὶ τῶν σπηλαίων τυγχάνω, τῷ βασιλεῖ στρατεύομαι. Ἀλλ' ὁ δεῖνα ἔκλεψε, φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεμήνυσε. Μάλιστα μὲν οὖν οὐδὲ πανταχοῦ τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐδὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ