1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

45

ἀκούοντα ὅτι μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τὸν χρόνον τὸν ἐγγὺς τοῦ θανάτου, ὃ μάλιστα πάντων εἴωθε λυπεῖν; Οὐ γὰρ οὕτω χάριν ἴσμεν τῷ παρελθόντι χρόνῳ, ἂν τὸν ἐγγὺς χρόνον ἀπολειφθῶμεν τῶν τετελευτηκότων. ∆ιὰ τοῦτο, ὅτε πολλὴν ἐποιήσατο τὴν παράκλησιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι χρῆται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα ἢ τελευτὴν, καὶ ἀποδημίαν μᾶλλον, ὅπερ οὖν καὶ ἦν, καὶ μετάστασιν πρὸς τὰ κρείττω. Ἐγὼ γὰρ ἤδη σπένδομαι, φησί. ∆ιὰ τοῦτο ἔγραφε, λέγων· Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν. Πᾶσα, ποία; Περὶ ἧς εἶπον, φησὶ, πᾶσα ἱερά· περὶ ἧς διελέγετο, ταῦτα εἴρητο· περὶ ἧς ἔλεγεν, ὅτι Ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας. Πᾶσα οὖν ἡ τοιαύτη θεόπνευστος. 62.650.30 Μηδὲν οὖν ἀμφίβαλλε, φησί. Καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Πρὸς διδασκαλίαν. Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· εἰ ἐλέγξαι τὰ ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι. Πρὸς παράκλησιν, πρὸς παραμυθίαν, φησί. Πρὸς ἐπανόρθωσιν· τουτέστιν, εἴ τι λείπει, καὶ χρὴ προστεθῆναι· Ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος. ∆ιὰ τοῦτο, φησὶ, γέγονεν ἡ τῶν Γραφῶν παράκλησις, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος. Οὐκ ἄρα χωρὶς αὐτῆς ἄρτιον ἔνι γενέσθαι. Ἀντ' ἐμοῦ, φησὶ, τὰς Γραφὰς ἔχεις· εἰ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ. Εἰ δὲ Τιμοθέῳ ταῦτα ἔγραφε τῷ Πνεύματος ἐμπεπλησμένῳ, πόσῳ μᾶλλον ἡμῖν; Πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Οὐχ ἁπλῶς μετέχων, φησὶν, ἀλλὰ μετὰ ἀκριβείας ἐξηρτισμένος. ∆ιαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς. Ἤτοι ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόντας καὶ τοὺς νῦν ὄντας, ὅτι πολλοὶ καταλειφθήσονται ζῶντες. Ἐφόβησεν αὐτὸν ἐν μὲν τῇ προτέρᾳ λέγων, Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα· ἐνταῦθα δὲ τὸ φοβερώτερον τέθεικε, Τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς· τουτέστι, τοῦ μέλλοντος εὐθύνας ἀπαιτεῖν· κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ. Κρίνειν, πότε; Ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ τῇ μετὰ δόξης, τῇ μετὰ βασιλείας. Ἢ τοίνυν τοῦτο λέγει, ὅτι οὐχ οὕτως ἥξει, ὡς νῦν· ἢ ὅτι δια 62.651 μαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν. Μάρτυρα καλεῖ ἐκεῖνον, δεικνὺς ὅτι καὶ τούτου αὐτὸν ἀνέμνησεν. Εἶτα πῶς δεῖ κηρύττειν τὸν λόγον διδάσκων, ἐπάγει· Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Τί ἐστιν, Εὐκαίρως, ἀκαίρως; Τουτέστι, μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεί σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μὴ ἐν ἀδείᾳ, μηδὲ ἐν ἐκκλησίᾳ καθήμενος μόνον· κἂν ἐν τοῖς κινδύνοις, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον καὶ παρ' αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι. Τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ τὸ ἔργον. Παρακάλεσον, φησὶ, καθάπερ ἐπὶ τῶν ἰατρῶν, εἰπὼν τὸ τραῦμα, ἔδωκε τὴν τομὴν, ἐπήγαγε τὸ φάρμακον· ὅπερ δὲ ἂν τούτων ἀπολειφθῇ, τὸ ἕτερον ἄχρηστον γίνεται. Ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν, πρότερον δὲ ἰταμὸς ἔσται· ἄν τε ἐλέγξῃς μὲν καὶ ἐπιτιμήσῃς, σφοδρῶς δὲ, καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται. Ἀφόρητον γὰρ ἔλεγχος καθ' ἑαυτὸν, ὅταν μὴ καὶ παράκλησιν ἀναμεμιγμένην ἔχῃ. Καθάπερ γὰρ ἡ τομὴ, καίτοι σωτήριος οὖσα, ἂν μὴ πολλὰ τὰ παραμυθούμενα τὰς ἀλγηδόνας ἔχῃ, οὐκ ἀνέχεται