1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

50

σφόδρα ἀδιασπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ εὐαγγέλιον γράψας, καὶ τὰς καθολικὰς Πράξεις, φιλόπονος ὢν καὶ φιλομαθὴς καὶ καρτερικός. Περὶ τούτου φησὶ γράφων, Οὗ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Μάρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ. Τίνος ἕνεκεν; Ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Οὐκ εἰς τὴν ἀνάπαυσιν λέγει τὴν ἑαυτοῦ, ἀλλ' Εἰς τὴν διακονίαν τοῦ εὐαγγελίου· καὶ γὰρ ἐν δεσμοῖς ὢν, οὐκ ἔληγε κηρύττων. Ἄρα καὶ τὸν Τιμόθεον τούτου ἕνεκεν ἐκάλει, οὐ τῶν αὐτοῦ ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ εὐαγγελίου, ὥστε μηδεμίαν γενέσθαι 62.656 ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς, τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων, καὶ κωλυόντων θορύβους, καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν. Καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς ἦν εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης· Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Φελόνην ἐνταῦθα τὸ ἱμάτιον λέγει· τινὲς δέ φασι τὸ γλωσσόκομον, ἔνθα τὰ βιβλία ἔκειτο. Τί δὲ αὐτῷ τῶν βιβλίων ἔδει μέλλοντι ἀποδημεῖν πρὸς τὸν Θεόν; Καὶ μάλιστα ἔδει, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας, ἔχειν αὐτά. Πάντας μὲν οὖν τοὺς πιστοὺς εἰκὸς τότε μεγάλην ἔχειν πληγὴν, μάλιστα δὲ τοὺς παρόντας τῇ τελευτῇ, καὶ ἀπολαύοντας αὐτοῦ τότε. Τὸν δὲ φελόνην ζητεῖ, ὥστε μὴ δεηθῆναι παρ' ἑτέρου λαβεῖν. Ὁρᾷς γὰρ αὐτὸν ὑπὲρ τούτου πολλὴν ποιούμενον τὴν σπουδὴν, καὶ λέγοντα ἑτέρωθι, ἡνίκα πρὸς τοὺς ἀπὸ τῆς Ἐφέσου διελέγετο· Γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται· καὶ πάλιν, Μακάριόν ἐστι διδόναι μᾶλλον, ἢ λαμβάνειν. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Πάλιν ἐνταῦθα μέμνηται πειρασμοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλόμενος διαβαλεῖν, οὐδὲ κατηγορῆσαι αὐτοῦ, ἀλλὰ τὸν μαθητὴν ἀλεῖψαι πρὸς τοὺς ἀγῶνας, ὥστε φέρειν γενναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες, κἂν οὐδαμινοὶ, κἂν ἄτιμοι, δεῖ, φησὶ, πάντα φέρειν γενναίως. Ὁ γὰρ ὑπὸ μεγάλου τινὸς παθὼν κακῶς, ἔχει φιλοτιμίαν οὐ μικρὰν, τὴν τοῦ ποιοῦντος ὑπεροχήν· ὁ δὲ ὑπὸ εὐτελοῦς καὶ ἀπεῤῥιμμένου, μείζονα ἔχει τὴν ἀνίαν. Πολλά με κακὰ ἐνεδείξατο· τουτέστιν, Ἔθλιψέ με διαφόρως. Ἀλλ' οὐκ ἀτιμωρητὶ, φησὶ, ταῦτα αὐτῷ προχωρήσει· Ἀποδώσει γὰρ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. Ὥσπερ γράφων ἔλεγεν ἀνωτέρω, Οἵους διωγμοὺς ὑπέμεινα, καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος· οὕτω καὶ ἐνταῦθα διπλῇ παρεκάλεσε τὸν μαθητὴν, τῷ τε κακῶς πάσχειν, καὶ τῷ ἐκεῖνον ἀπολήψεσθαι· οὐχ ὡς τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιχαιρόντων ἁπλῶς, ἀλλ' ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραμυθίας. Ὃν καὶ σὺ, φησὶ, φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Τουτέστι, πολεμεῖ καὶ ἐναντιοῦται. Καὶ οὐκ εἶπε, Τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν διὰ τῆς χάριτος ταῦτα ἐργάσασθαι· ἀλλ' οὐδὲν τούτων, οὐδὲ ὁπλίζει αὐτὸν κατ' αὐτοῦ, ἀλλ' ἀναχωρεῖν μόνον κελεύει, τῷ Θεῷ παραχωροῦντα τῆς τιμωρίας. Καὶ πρὸς παραμυθίαν τῶν ἀσθενεστέρων τοῦτο εἴρηκε, τὸ, Ἀποδώσει αὐτῷ· ὃ καὶ προφητεία 62.657 ἐστὶν, ἢ ἀρά. Ὅτι δὲ ὑπὲρ τοῦ τὸν μαθητὴν ἀλεῖψαι ταῦτα λέγει, καὶ ἐκ τῶν ἑξῆς δῆλον. Ἀλλ' ὅρα πάλιν πῶς ἑτέρους πειρασμοὺς αὐτοῦ διηγεῖται. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρεγένετο, πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. βʹ. Ὁρᾷς πῶς φείδεται τῶν οἰκείων; καίτοι ἔργον εἰργάσαντο δεινόν. Οὐ γάρ ἐστιν ἴσον παρὰ τῶν ἔξωθεν καταφρονεῖσθαι, καὶ παρὰ τῶν οἰκείων. Ὁρᾷς ἐπιτεταμένην ἀθυμίαν; Οὐκ ἔχεις εἰπεῖν, ὅτι παρὰ μὲν τῶν ἔξωθεν ἐπολεμούμην, εἶχον δὲ παραμυθίαν τὴν θεραπείαν καὶ τὴν συμμαχίαν τῶν ἐμῶν· καὶ γὰρ καὶ ἐκεῖνοί με