1

 2

 3

 4

4

γενομένου κέκτημαι μάρτυρα· οὐκ εἶδον τοῦτό ποτε, οὐκ ἄλλος τῶν σὺν ἐμοὶ τεθέαται· οὐδέποτε ἐπὶ κλίνης ὤφθη νεκρὸς ἐγηγερμένος. Αὐτὸν δὲ τὸν υἱὸν λαβοῦσα, διελέγετο λέγουσα· Λέγε μοι, φησὶ, καὶ μὴ δειλιάσῃς, εἰ σὺ αὐτὸς ὑπάρχεις ὁ υἱός μου· εἰπὲ, γινώσκεις με; γνωρίζεις με τίς εἰμι; οἶδας εἰ ἐγώ εἰμι ἡ τεκοῦσά σε; Ἐπιγινώσκω τοὺς χαρακτῆρας, ἀλλ' οὐ πιστεύω τῷ πράγματι· βοᾷ ὁ ὀφθαλμὸς, ὑπογράφει ἡ κόρη, κηρύττει τὰ βλέφαρα, ἡ ἀκοὴ συμφωνεῖ, μαρτυρεῖ τὸ τῆς ὀσφρήσεως διατετυπωμένον μεσότοιχον, τὰ χείλη πληροφορεῖ, αὐτὴ ἡ ἡλικία προτρέπεται. Κίνησον γλῶσσαν, ὦ φίλτατε, εἰπέ μοι τὰ τοῦ βίου τεκμήρια. Ἡ χαρά μοι χειμῶνά μοι ἐκίνησε· βλέπω σε, καὶ συνέχομαι· ἐγώ σε ἐπ' ἀγκάλαις ἐβάστασα, ἐγὼ μαζοῖς ἐμοῖς ἐθήλασα βραχὺν ὄντα. Λέγε μοι, τέκνον μου, σὺ ὑπάρχεις ὁ υἱός μου; καὶ μὴ δειλιάσῃς με.

Ἀλλ' ὡς ἐπὶ πᾶσι τούτοις τὴν πληροφορίαν ἐδέξατο, καὶ ἡ πενθήσασα ὑπέστρεψε χαίρουσα, καὶ ἡ θρηνοῦσα δοξάζουσα τὸν Θεὸν, τῇ δεξιᾷ χειρὶ τὸν παῖδα κατέχουσα, καὶ διὰ τῆς πόλεως πρὸς πάντας πορευομένη βοῶσα μεγάλῃ τῇ φωνῇ· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό· ὅτι τὸν ἐμὸν νεκρωθέντα ἀνέστησεν, ὅτι τὴν παλαιὰν ἄμπελον ἐχαράκωσε, καὶ τὴν μὴ μητέρα πάλιν μητέρα ἐποίησε, καὶ πηγὰς δακρύων ἐξέκοψε· καὶ δοξάσατε τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.