1

 2

 3

 4

2

πορνικὰ, καὶ θέλγιστρα καλλιφωνίας, καὶ ὀρχήσεις πολύστροφοι, ἀλλ' ἑορτῆς ἁγίας πρεπούσης Χριστιανοῖς, ἔνθα οὐ μέθαι καὶ κῶμοι, ἀλλ' εὐχαὶ καὶ ὑμνῳδίαι καὶ ἱκεσίαι· ἔνθα οὐκ ᾄσματα πορνικὰ ἐκλύοντα σώματα, ἀλλ' ᾄσματα θεϊκὰ τὰς ψυχὰς ἐνισχύοντα· ἔνθα οὐκ ὀρχήσεις πολύστροφοι, ἀλλὰ ψυχῶν ἁγίων ἐν ἀγαλλιάσει σκιρτήματα. Εἰ δὲ θέλεις ἰδεῖν τοὺς παρ' ἡμῖν ᾄδοντας καὶ ὀρχουμένους καὶ σκιρτῶντας οἷοί εἰσιν, ἴδε μοι τὸν Ἡσαΐαν ᾄδοντα καὶ λέγοντα, Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τῷ ἀγαπητῷ μου, τῷ ἀμπελῶνί μου. Βλέπε δὲ καὶ χορὸν ἁγίων γυναικῶν, Μαρίαν τὴν ἀδελφὴν Μωϋσέως, μετὰ καὶ ἄλλων γυναικῶν Ἰσραηλιτῶν, ἐπινικίους ὕμνους τῷ Θεῷ ᾀδούσας καὶ λεγούσας· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Οὗ μέμνηται καὶ ∆αυῒδ ἐν ὕμνοις λέγων, Ἐν μέσῳ νεανίδων 61.740 τυμπανιστριῶν ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Καὶ ὁ αὐτὸς μακάριος ∆αυῒδ οὐκ ἐπαισχύνεται ἔμπροσθεν τῆς θεοφόρου κιβωτοῦ ὀρχεῖσθαι, ὡς ἔστιν ἀκοῦσαι λέγοντος· Καὶ παίξομαι, καὶ γελάσομαι, καὶ ὀρχήσομαι ἐναντίον Κυρίου. Τὸ γὰρ βρέφος τῆς Ἐλισάβετ Ἰωάννης, θεωρήσας τὸν θεοφόρον βότρυν ἐν τῇ ἀγάμῳ μήτρᾳ ἔτι κρυπτόμενον, ἐν τῇ λινῷ τῆς γαστρὸς χορεύων ἐσκίρτα. Μεσαζούσης δὲ τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν. Ἱερὸν δέ ἐστι Θεῷ μόνῳ οἰκητήριον. Λέγουσι γὰρ καὶ Ἕλληνες, ἔχομεν ἱερὸν, ἀγνοοῦντες ὅτι ἐκεῖνο οὐκ ἔστιν ἱερὸν, ἀλλὰ μιαρόν. Ὅπου γὰρ αἱμάτων ἔκχυσις καὶ σπονδῶν, καὶ κνίσσαι εἰδωλικαὶ καὶ τελεταὶ δαιμόνων, ἐκεῖνο οὐκ ἂν εἴη ἱερὸν, ἀλλὰ μιαρὸν τῶν δαιμόνων. Μεσαζούσης δὲ τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν. Ἱερὸν δέ ἐστι μόνῳ Θεῷ οἰκητήριον ἀνακείμενον, ἔνθα ἀγάπη καὶ εἰρήνη, ἔνθα πίστις καὶ σωφροσύνη αὐλίζεται. ∆ιὰ τοῦτο καὶ τὸν ἱερέα τοῦ Θεοῦ τὸν ἱερουργοῦντα τῷ Θεῷ εἰρηναῖον δεῖ εἶναι καὶ γαληνὸν, ἄκλοπον, ἄδολον, ἀφιλάργυρον, ἵνα προτέρως Θεὸς ἐν τῇ αὑτοῦ ψυχῇ κατορθώσῃ, εἶθ' οὕτω τὸν λαὸν πρὸς τὴν ἑαυτοῦ εἰκόνα μεταῤῥυθμίσῃ. ∆ύναται ἱερὸν λέγεσθαι καὶ ἑκάστου πιστοῦ ἀνθρώπου ψυχὴ κεκαθαρμένη· Οἰκήσω γὰρ ἐν ὑμῖν, καὶ ἐμπεριπατήσω· ἱερὸν δὲ ὡς ἀληθῶς ἅγιον, καὶ ἱερεῖον, καὶ ἱερεὺς, αὐτός ἐστιν ὁ Χριστὸς, ἐν ᾧ, κατὰ τὸν θεῖον Ἀπόστολον, Πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικεῖ σωματικῶς· πρὸς ὃν εἴρηκεν ὁ Πατὴρ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Νῦν ἐκπεσὼν ἐκ τοῦ ἀδοκήτου εἰς μέγιστον ζήτημα, ἀπορῶ ποῦ κλίνω τὸ ὄμμα τῆς διανοίας ποῦ μετελεύσω τῷ πηδαλίῳ τῆς διδασκαλίας οὐκ οἶδα. Εἰ γὰρ ὁ ἀπόστολος εἰς τὸ κεφάλαιον τὸ περὶ τὸν Μελχισεδὲκ ἐληλυθὼς, ὤκνησε λεπτομερῶς διηγήσασθαι εἰρηκὼς, Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος, τί ἂν εἴποιμ' ἐγὼ, τοσοῦτον ἐπέχων τοῦ ἀποστόλου, ὅσον ἀνθρώπου διάκρισις; Καὶ ὥσπερ ὁδοιπόρος μέχρις ἄν τινα πρανῆ καὶ πεδιάσιμον ὁδὸν ἐπιβαίνῃ, ἡδέως τὴν πορείαν ἀνύει· ἐπειδὰν δὲ ἔλθῃ πρὸς τόπον τινὰ τραχύτατον ἢ προσάντη καὶ δύσβατον, ἔνθα ἐστὶν ὄρος οὐρανόμηκες, σταθεὶς καὶ τὸν κάματον τοῦ ἀναφόρου ἀναλογισάμενος, ἠρέμα βαδίζειν ἄρχεται, ἵνα μὴ ταχεῖον ἀποκρίσῃ· ὡσαύτως καὶ ἡμεῖς, ἕως οὗ εἴχομεν τὸ τοῦ Εὐαγγελίου πρανὲς καὶ πεδιάσιμον, τῷ βήματι τοῦ λόγου ἡδέως ἐπορευόμεθα· ὅταν δὲ ἐληλύθαμεν εἰς οὐρανόμηκες νόημα, ἠρέμα ἐπιβαίνειν τῇ οὐρανίῳ κλίμακι ἑρμηνείᾳ ἀρχόμεθα. Τί δέ ἐστι τὸ παρὰ πᾶσι Χριστιανοῖς ζητούμενον θεώρημα; Τίνος ἕνεκεν, φησὶν, ὁ Ἀπόστολος μνημονεύσας Μελχισεδὲκ, εἶπεν αὐτὸν ἀπάτορα καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχοντα; οὗτος οὐκ ἂν εἴη ἄνθρωπος, ἀλλὰ Θεός. Πολλοὶ δὲ μὴ νοήσαντες τὰ περὶ αὐτοῦ εἰρημένα, μείζονα τοῦ Χριστοῦ εἶναι εἰρήκασι, καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, καὶ λέγονται ἐκεῖνοι Μελχισεδεκιανοί· καὶ φιλονεικοῦντες ἡμῖν καὶ βουλόμενοι δεῖξαι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, προφέρουσιν ἡμῖν μάρτυρα τὴν Γραφὴν λέγουσαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.