1

 2

 3

 4

2

ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὸν τρόπον τοῦ γινομένου διορθώσασθαι. Τὴν γὰρ προαίρεσιν ἐτάζει τοῦ ποιοῦντος ἐλεημοσύνην. ∆ιὰ τοῦτο καλῶς ἐπάγει λέγων· Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταί· οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλ' ὅτι μὲν τὸ προσωπεῖον ἐλεημοσύνης ἦν, ἡ δὲ ψυχὴ τοῖς ἀνθρώποις ἐστρατεύετο, καὶ πρὸς τὴν ἐκείνων ἐβάδιζον θέαν. Οὐ γὰρ διὰ τὸν Θεὸν ἐποίουν ἐλεημοσύνην, ἐλπίζοντες ἐλεηθῆναι παρ' αὐτοῦ, καὶ λαβεῖν τὸν ἐπηγγελμένον μισθὸν ἑκατονταπλασίονα· ἀλλὰ διὰ τὸ τῆς προσκαίρου δόξης ἀπολαύειν τῶν ἀνθρώπων, παρεῖχον. Οὐδὲν οὖν ἔλαττον τῶν ἐν τοῖς θεάτροις φιλοτιμουμένων, καὶ τῶν ἐπὶ ταῖς κεναῖς δόξαις τὰς ἰδίας ὑπάρξεις σκορπιζόντων, οὐ διὰ τὸν τῆς ψυχῆς χρήσιμον καρπὸν, ἀλλὰ διὰ τὸν τῶν ἀνθρώπων ἔπαινον τὸν μάταιον. Περιτρέπεται γὰρ ὁ ἔπαινος πολλάκις ἐκεῖνος πρὸς ὕβριν, καὶ πολλὰ δαπανήσαντες, πολλὰ καθυβρίζονται.

Ἐπίβλεπε πόσα δαπανῶσι χρήματα κατὰ τὰς ἱπποδρομίας· καὶ ὅταν πολλὰ δαπανῶσι, τότε πλείονα παρ' ἐλαχίστων καὶ ἀπεῤῥιμμένων ἀνθρώπων ὑβρίζονται. Τὴν γὰρ τῶν ἵππων ἀσθένειαν τοῖς ἀνθρώποις προστρίβουσιν· καὶ ὁ μὲν ἵππος σφάλλεται, ὁ δὲ φιλότιμος ἀτιμάζεται· καὶ ὁ μὲν ἄλογος ἵππος ἔπεσεν, ὁ δὲ λογικὸς ἄνθρωπος ἐξέπεσεν· καὶ πολλάκις ἀποδυρόμενος εἶπε, Τί μάτην ἀπολῶ μου τὴν ὑπόστασιν; τί τοσοῦτον κάματον ὑπέμεινα καὶ τοσαύτας ζημίας, καὶ τῶν ὑπαρχόντων ἔκπτωτος ἐγενόμην, ἵνα παρὰ τῶν ἀπηγορευμένων ὑβρισθῶ ἐσχάτως; Ὢ πόσους πένητας ἠδύναντο πλουτίσαι τὰ χρήματα ταῦτα τὰ μάτην ἀπολλύμενα! πόσους ἐκπεσόντας ἀνορθῶσαι. Καὶ ῥέουσι μὲν ὥσπερ ἀπό τινος πηγῆς αἱ φιλοτιμίαι διὰ τὸν μάταιον ἔπαινον· ἀνεγείρονται δὲ ὥσπερ ἀπό τινος ποταμοῦ αἱ λοιδορίαι τῶν ἀλογίστων ἀνθρώπων. Ἄλλοι δὲ καὶ τῶν οἰκείων ψυχῶν καταφρονοῦσι, καὶ πάλιν ἕτεροι διὰ τὴν ἔριν τῶν ἵππων τοὺς ἰδίους οἴκους καταστρέφουσιν.

βʹ. Ἀλλ' ἐκείνους μὲν ἀφήσωμεν δαπανᾶσθαι καὶ λοιδορεῖσθαι καὶ

ματαιοφιλοτιμεῖσθαι· μάθωμεν δὲ πῶς χρὴ δαπανᾷν εὐσεβῶς τὰ χρήματα, καὶ πῶς χρὴ διάγειν εὐλαβῶς, καὶ προσδοκᾷν ἀντὶ τῶν ἐπιγείων τὰ οὐράνια. Οὐ γὰρ κωλύει σε δοῦναι Χριστὸς ἐλεημοσύνην, ἀλλὰ διδάσκει πῶς δεῖ ποιεῖν τὴν ἐλεημοσύνην· Μὴ μάθῃ ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Ἐνταῦθα δὲ πάλιν οὐ τὰς χεῖρας αἰνίττεται, ἀλλ' ὑπερβολικῶς αὐτὸ εἶπεν, ὡς ὅτι μὴ γνῷ ὁ πονηρός σου λογισμὸς, τί ποιεῖ ἡ ἀγαθή σου γνώμη, ἵνα μὴ ἀνατρέψῃ σε τοῦ καλοῦ. Ἔγκειται γὰρ κατὰ τὴν θείαν φωνὴν ἡ διάνοια τῶν ἀνθρώπων εἰς τὰ πονηρά. ∆ιὰ τοῦτό φησι, τὸ, Καὶ σεαυτὸν ἀγνοῆσαι, περισπούδαστον ἔστω σοι. ∆ιὰ τί; Ἵνα ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ τὴν ἱλαρὰν, τὴν πρόθυμόν σου δόσιν τῶν πτωχῶν, ἀγαπήσῃ σε, καὶ ἀποδώσῃ σοι ἐν τῷ φανερῷ.

Μέγα καὶ σεμνὸν τοῖς τὰς ἐλεημοσύνας ποιοῦσιν ἐκάθισε θέατρον· καὶ ὅπερ ἐπιθυμοῦσιν οἱ ἐλεήμονες, τοῦτο μετὰ πολλῆς τῆς περιουσίας δεδώρηται αὐτοῖς· ἵνα κἂν μυριάδες ἀνθρώπων θεωρῶσιν ὑμᾶς ποιοῦντας ἐλεημοσύνην, ἀλλ' ὑμεῖς μὴ προσέχητε αὐτοῖς, μηδὲ ἐπιθυμήσητε τὴν παρ' αὐτῶν πρόσκαιρον δόξαν· ἀλλ' εἰ βούλεσθε, φησὶ, θεατὰς ἔχειν τῶν γινομένων παρ' ὑμῶν, λάβετε, φησὶ, τοὺς ἀγγέλους, καὶ τοὺς ἀρχαγγέλους, καὶ τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ∆εσπότην. Εἰ δὲ τοὺς ἀνθρώπους βούλεσθε ἔχειν θεατὰς τῶν πραττομένων, καὶ εἰς ἐπίδειξιν αὐτῶν ποιεῖν τὰς ἐλεημοσύνας, ἑκατὸν ἢ χιλίους ἕξετε θεατὰς εὐφημούντας ὑμᾶς.

Ἐὰν δὲ τοὺς κατὰ τὸν παρόντα βίον 59.573 ἐπαινοῦντας ὑμᾶς λαθεῖν σπουδάσητε, λαθεῖν δὲ οὕτως, ἵνα, κἄν τινες δοξάσωσιν ὑμᾶς, μὴ ἀποδέξησθε ἡδέως, καὶ εἰς ἔπαρσιν ἔλθητε, ἀλλὰ μᾶλλον ἀποστρέφεσθαι τοὺς τοιούτους, καὶ ἀνατρέπειν αὐτούς· καὶ τότε κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν, τῆς οἰκουμένης ἁπάσης ὁρώσης λήψεσθε τοὺς στεφάνους τῆς δόξης. Ἐὰν διὰ τὸν Θεὸν, καὶ τὸν ἐκεῖ σοι