1

 2

 3

3

Σαοὺλ ὑπὸ τοῦ ∆αυῒδ βοηθούμενος, καὶ ὑπὸ σοῦ ἐνεργούμενος, μειζόνως πρὸς τὸν φόνον ὡπλίζετο.

Σὲ ἐσχηκότες οἱ υἱοὶ τοῦ Ἰακὼβ, τὸν περικαλλῆ καὶ λαμπρὸν Ἰωσὴφ εἰς τὴν σκοτοδινιῶσαν Αἴγυπτον ἔπεμπον, καὶ τὸν ἐλεύθερον ὡς δοῦλον ἐπίπρασκον· καὶ οὔτε τὰ ἐνύπνια αὐτοὺς ἐφόβησε· θεῖον γὰρ ὅραμα ἐμήνυσε Χριστοῦ εἰκόνα αὐτὸν ὑπάρχειν· ὑπὸ γὰρ ἕνδεκα ἀστέρων ἐν ὁράμασι προσεκυνεῖτο· ἐπειδὴ καὶ ὁ προδότης Ἰούδας τῷ φθόνῳ κινούμενος, ἀπήγξατο. Ἡμεῖς δὲ φυγόντες τὸν τοῦ θανάτου γεννήτορα φθόνον, ἀναστάντες τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ δοξάσωμεν· ὅτι αὐτῷ πρέπει τὸ κράτος, ἡ τιμὴ, καὶ ἡ δόξα, καὶ ἡ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.