1

 2

 3

 4

2

αὐτοῦ τοῦ ἀνθρώπου, καὶ τοῦτο νοήσας καὶ ἐκπλαγεὶς λέγει· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Τοῦτο καὶ Ἀβραὰμ θεωρήσας, ὅτι ἐν συγκρίσει θεοῦ αὐτὸς γῆ ἐστι καὶ σποδός, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.

Οἱ γὰρ ὑπερήφανοι μὴ γινώσκοντες τὸν θεὸν οὐδὲ ἑαυτοὺς ἴσασι, τί εἰσι· πῶς γὰρ τὸν δημιουργὸν πρότερον μὴ ἐπεγνωκὼς ἑαυτὸν ἐπιγνώσεται, ὅτι πλάσμα ἐστίν; Ὅτι δὲ ἐκ τοῦ μὴ εἰδέναι τὸν κύριον προςγίγνεται ἡ ὑπερηφανία, μαρτυρησάτω μοι ἡ γραφὴ λέγουσα· Ἀρχὴ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν κύριον· ἐκ γὰρ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. Οὐ τοιοῦτος ὁ ∆αυίδ· ἀλλ' ἐγνωκώς, ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει, ἐταπείνωσεν ἑαυτόν, ἵνα ὑψωθῆ· πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Τοσοῦτον ἀγαθόν ἐστιν ἡ ταπεινοφροσύνη· ὅτι αὐτὸς ὁ κύριος ἡμῶν ἐταπείνωσεν ἑαυτὸν καὶ ἡμᾶς βουλόμενος πρὸς τὴν ὁμοιότητα τῆς αὐτοῦ ταπεινοφροσύνης ἐπαγαγεῖν λέγει· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει 354 μου· πᾶς ἄνθρωπος ψεύστης. Καὶ πῶς ἀκούομεν τὸν Ἰὼβ ἄνδρα ἀληθινόν; Μαρτυρεῖ γὰρ αὐτῷ ὁ θεὸς λέγων· Προςέσχες τῷ θεράποντί μου Ἰώβ, πῶς οὐκ ἔστι τῶν κατ' αὐτὸν ἐν πάσῃ τῇ γῇ; Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἰ οὖν ἀληθὴς ὁ Ἰὼβ γέγραπται καὶ μαρτυρεῖται παρὰ τοῦ θεοῦ, πῶς λέγει ∆αυὶδ ἀποφηνάμενος κατὰ πάντων· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης; Πρὸς ὃ ἐροῦμεν, ὅτι ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀνθρώπων ὁ Ἰὼβ ἦν ἀληθινός, ὅσον δὲ ἐν συγκρίσει θεοῦ κἀκεῖνος ψεύστης ἐτύγχανεν.

Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. Εἰ δὲ οὐδεὶς ἀναμάρτητος, δῆλον ὅτι οὐδὲ ἔστιν ἀψευδής, εἰ μὴ μόνος ὁ θεός. Ὁμοίως δὲ καὶ τὸν Βαρνάβαν ἀκούομεν εἶναι ἀγαθόν· ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀνθρώπων καὶ ἀγαθὸν αὐτὸν οἴδαμεν, ὅσον δὲ ἐν συγκρίσει θεοῦ καὶ οὗτος οὐκ ἔστιν ἀγαθός· οὐδεὶς γὰρ ἀγαθός, εἰ μὴ μόνος ὁ θεός. Καὶ ὥςπερ ἐν ὥρᾳ ἑσπέρας λέγει τις φωτεινὸν τὸν ἀστέρα ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀστέρων, ἡλίου δὲ φανέντος οὐκ ἄν τις εἴποι φωτεινὸν τὸν ἀστέρα διὰ τὸ τῇ ὑπερβαλλούσῃ αἴγλῃ τοῦ ἡλίου καλύπτεσθαι τὴν λαμπηδόνα τοῦ ἀστέρος, ὡςαύτως καὶ ἄνθρωπόν φαμεν εἶναι ἀληθινὸν καὶ ἀγαθὸν ὅσον ἐν συγκρίσει τῶν ἄλλων, ὅσον δὲ ἐν συγκρίσει θεοῦ οὐκ ἔστιν ἀληθὴς ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος ψεύστης. Ἀλλὰ δεῦρο, ἀγαπητοί, τρέψωμεν τὸν λόγον, ἵνα ἑτέραν ἐν αὐτῷ νοημάτων χάριν ἐκλάμπουσαν εὕρωμεν. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. ∆αυὶδ ὁ μακάριος, ὁ ἐν παι 355 δίῳ φιλόλογος, ὁ ἐν ἡλικίᾳ φιλόπονος, ὁ ἐν τῷ γήρᾳ φιλόσοφος, ∆αυὶδ ὁ μακάριος θεόφιλος ὢν καὶ βουλόμενος θεὸν περιαθρῆσαι ὀφθαλμοῖς καρδίας, ὁποῖός ἐστιν, ἔξω γενόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τῷ νῷ τὸν ἀέρα παραδραμὼν καὶ τὰς νεφέλας ὑπερκύψας καὶ τὸν οὐρανὸν ὑπεραλόμενος καὶ τὰς ἀγγελικὰς δυνάμεις παραπετασθεὶς καὶ εἰς αὐτὸ τὸ ἄϋλον καὶ ἀκραιφνέστατον εἶδος τοῦ θεοῦ ἐμβατεύσας καὶ θεωρήσας τὴν αἴγλην ἐκείνην καὶ τὴν ἀστραπὴν τῆς θεότητος ἀνείκαστον μεγαλειότητα οὖσαν καὶ νοήσας, ὅτι οὐδεὶς ἀνθρώπων οὐδὲ μία γλῶσσα ἀνθρωπίνη ἱκανή ἐστι διηγήσασθαι τὸ μέγεθος τοῦ θεοῦ, γεγονὼς ἐν τοιαύτῃ ἐκστάσει καὶ καταμαθὼν ἀκριβῶς θαρσῶν ἀποφαίνεται λέγων· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Ἀλλὰ δεῦρο πάλιν τρέψωμεν τὸν μαργαρίτην τοῦ λόγου καὶ ὑπὸ τῆς ἐγκειμένης αἴγλης τοῦ πνεύματος τὸν νοῦν ἡμῶν καταυγάσωμεν.

Οἶδα, ἀγαπητοί, ἐγὼ καὶ γεωργὸν ἔμπειρον ἀπὸ μιᾶς χώρας ἐν ἐνιαυτῷ τρεῖς καρποὺς λαμβάνοντα· μιμησώμεθα οὖν καὶ ἡμεῖς τοὺς γεωργούς, τῇ δικέλλῃ τοῦ