1

 2

 3

 4

4

οὐρανοῦ μοι πύλας ἤνοιξε, βασιλείαν οὐρανῶν ἐπηγγείλατο, κλίμακά μοι ἀπὸ γῆς εἰς οὐρανὸν τὴν πίστιν ἀνέτειλε· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν 358 ἀνταπέδωκέ μοι;

Ἀλλ' ἔτι πλείονα τούτων μοι ἐχαρίσατο· δι' ἐμὲ γὰρ ὑπέμεινεν ἐμπτύσματα καὶ ῥαπίσματα, δι' ἐμὲ ἀκάνθινον στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἐφόρεσεν, ὄξος σὺν χολῇ μεμιγμένον ἔπιε, δι' ἐμὲ πολλὰ πέπονθεν, ἵνα καὶ τὴν ἡτοιμασμένην τοῦ θανάτου πικρίαν καὶ κακίαν ἐκκενώσῃ· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Πολλὰ ζητήσας ὁ προφήτης καὶ ἐμπεριελθὼν τῇ διανοίᾳ καὶ μηδὲν ἄξιον θεοῦ εὑράμενος ἀνταπόδομα τέλειον, ἓν ἰδὼν τῷ πράγματι τοῦ μαρτυρίου ἐπιφέρει λέγων· Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. Τοῦτο δὲ τὸ ποτήριον μηνύει τὸ πάθος τοῦ Χριστοῦ. Πάτερ, γάρ, εἰ δυνατὸν παρελθεῖν τὸ ποτήριον τοῦτο, παρελθέτω. Ἔχομεν πολλὰ ποτήρια ἐν τῇ γραφῇ γεγραμμένα· ποτήριον, φησί, χρυσοῦν Βαβυλῶνος· ἐπίοσαν ἔθνη καὶ ἐμεθύσθησαν. Ἔχει καὶ ἡ Βαβυλὼν ποτήριον χρυσοῦν, ἀλλ' οὐκ ἔχει καλὸν ποτὸν ἐν αὐτῷ· χρυσοῦν γὰρ ποτήριον τῆς Βαβυλῶνος ἦν, νόει μοι τὸν περικαλλέστατον λόγον τῶν οἰήσει σοφῶν Ἑλλήνων ἔχοντα ἔνδοθεν κρᾶμα θανάσιμον τὸ τῆς εἰδωλολατρείας δίδαγμα.

Ἀλλ' οὐ τοιοῦτον ποτήριον ὁ εὐχόμενος ἐν τῷ ψαλμῷ ἐπιζητεῖ, ἀλλὰ τὸ ποτήριον τὸ ὑπομονῆς καὶ ἀθλήσεως γέμον, ἐν ὀνόματι κυρίου ἐσφραγισμένον, οὗ ὁ πιὼν τῆς τοῦ ἁγίου πνεύματος εὐφροσύνης μεστωθεὶς εἰς τὸν ἅγιον τῶν μαρτύρων χορὸν κατασταθήσεται· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς, αἰῶνας τῶν αἰώνων. Ἀμήν.