1

 2

 3

 4

 5

 6

 7

2

Γραφῶν καὶ πολλῆς δεόμενα συνέσεως χειραγωγοῦντες ὑμᾶς, οὐχ ἵνα συντρίψωμεν τῷ καμάτῳ, ἀλλ' ἵνα γυμνάσωμεν εἰς τὸ δύνασθαι καὶ ταῦτα μετὰ ἀσφαλείας διαβαίνειν τὰ χωρία. Ὥσπερ οὖν τότε παρὰ μὲν τὴν ἀρχὴν ἐδόκει μάχη τις εἶναι καὶ φιλονεικία τῶν ἀποστόλων, ἐπειδὴ δὲ ἀνέβημεν τοὺς σκοπέλους ἐκείνους, εἴδομεν ἄνω λοιπὸν τὸν καρπὸν τοῦ Πνεύματος, ἀγάπην, χαρὰν, εἰρήνην, καὶ οὐ μάταιος ἡμῖν οὐδὲ περιττὸς ὁ πόνος ἐγένετο, ἀλλ' εἰς εὐφροσύνην κατέληξεν· οὕτω καὶ σήμερον προσδοκῶ ταῖς εὐχαῖς ταῖς ὑμετέραις, ἂν μετὰ καρτερίας καὶ πολλῆς τῆς ὑπομονῆς τὴν προκειμένην ἡμῖν διανύσωμεν ὁδὸν, καὶ ἐπὶ τὴν κορυφὴν αὐτὴν ἀναβῆναι δυνηθῶμεν, ἰσόπεδα καὶ λεῖα καὶ ὕπτια πάντα εὑρήσειν ἐκεῖ. Τί ποτ' οὖν ἐστι τὸ προκείμενον ἡμῖν νῦν; Τὸ παρὰ τοῦ προφήτου σήμερον ἀναγνωσθέν· Κύριε, οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ.

Τὸ μὲν ζήτημα τοῦτο· ὑμεῖς δὲ, ὥσπερ τότε παρέσχετε τὴν σπουδὴν, καὶ νῦν συντείνατε ἑαυτούς· οὐδὲ γὰρ τοῦτο ἔλαττον ἐκείνου τὸ ζήτημα, ἀλλὰ καὶ πλείονος δεῖται φροντίδος. Τί δήποτε; Ὅτι ἡ μὲν Παύλου καὶ Πέτρου δοκοῦσα μὲν εἶναι διαφορὰ, οὐκ οὖσα δὲ, οὐ πολλοῖς γνώριμος ἦν, ὅθεν οὐδὲ πολλὴν ἐκ τῆς ἀγνοίας εἰκὸς ἦν γενέσθαι τὴν βλάβην· αὕτη δὲ ἡ ῥῆσις πανταχοῦ περιφέρεται, ἐν οἰκίαις, ἐν ἀγοραῖς, ἐν χώραις, ἐν πόλεσιν, ἐν γῇ καὶ θαλάττῃ καὶ νήσοις· καὶ ὅπουπερ ἂν ἀπέλθῃς, ἀκούσῃ ταῦτα λεγόντων πολλῶν· Γέγραπται, Οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ. Οὐ ταύτην δὲ μόνον μεμελετήκασι τὴν ῥῆσιν, ἀλλὰ καὶ ἑτέρας πρὸς ταύτην συνείρουσι τοιαύτας, ὅτι Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος· καὶ μετ' ἐκεῖνο πάλιν, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Τοῦτο δὲ ποιοῦσι, τῆς οἰκείας ῥᾳθυμίας προκαλύμματα τὰς θείας Γραφὰς προβαλλόμενοι, καὶ τὴν σωτηρίαν ἡμῶν καὶ τὴν ἐλπίδα διὰ τούτων διορύττειν ἐπιχειροῦντες τῶν ῥημάτων. Οὐδὲν γὰρ ἕτερον κατασκευάσαι βούλονται διὰ τούτων, ἀλλ' ἢ ὅτι οὐδενός ἐσμεν κύριοι. Πάντα οἴχεται τὰ καθ' ἡμᾶς· εἰκῆ βασιλείας ὑπόσχεσις, εἰκῆ γεέννης ἀπειλὴ, εἰκῆ νόμοι καὶ τιμωρίαι καὶ κολάσεις καὶ συμβουλαί.

βʹ. Τί γὰρ ἄν τις παραινέσειε τῷ μηδενὸς ὄντι κυρίῳ; τί δὲ ἄν τις ὑπόσχοιτο

τῷ πάσης ἐξουσίας ἀπεστερημένῳ; Οὔτε ὁ κατορθώσας ἄξιός ἐστιν ἐπαίνου, οὔτε ὁ διαμαρτὼν ὑπεύθυνος κολάσεως καὶ τιμωρίας, ἂν μὴ ἐφ' ἡμῖν ᾖ τὰ πρακτέα. Εἰ δὲ τοῦτο πεισθεῖεν ἄνθρωποι, οὐδεὶς οὐκέτι λοιπὸν οὐκ ἀρετῆς ἀνθέξεται, οὐ κακίαν φεύξεται. Εἰ γὰρ νῦν καθ' ἑκάστην ἡμέραν περὶ γεέννης ἐνηχούντων ἡμῶν, περὶ βασιλείας δια 56.156 λεγομένων, καὶ τὰς κολάσεις τὰς ἀφορήτους καὶ τὰ ἔπαθλα τὰ ὑπερβαίνοντα διάνοιαν ἀνθρωπίνην προτιθέντων, συμβουλευόντων, παρακαλούντων, πάντα κινούντων λόγον, μόλις τινὲς ὑπομένουσι τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας, μόλις ἀφίστανται τῆς ἐν τοῖς ἁμαρτήμασιν ἡδονῆς· ἂν καὶ ταύτην ἐκκόψῃς τὴν ἄγκυραν τὴν ἱερὰν, οὐχ ὁλόκληρον βαπτισθήσεται τὸ σκάφος, καὶ πάντες οἰχήσονται γενόμενοι τέλεον ὑποβρύχιοι, καὶ πολλὰ ἔσται καθ' ἡμέραν τὰ ναυάγια; Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἐσπούδακεν ὁ διάβολος, ὡς τοῦτο πεῖσαι τὴν ἀνθρωπίνην ψυχὴν, ὅτι οὔτε ἐν τοῖς ἁμαρτήμασίν ἐστιν ὑπεύθυνος κολάσεως, οὔτε ἐν τοῖς κατορθώμασιν ἐπαίνων ἄξιος καὶ στεφάνων, ἵνα καὶ τῶν σπουδαίων ἐκλύσῃ τὰς χεῖρας, καὶ σβέσῃ τὴν προθυμίαν, καὶ τῶν ἀναπεπτωκότων ἐπιτείνῃ τὴν ὀλιγωρίαν καὶ αὐξήσῃ τὴν ῥᾳθυμίαν.

∆ιὸ χρὴ προσέχειν μετὰ ἀκριβείας τοῖς λεγομένοις. Κρημνὸς ἑκατέρωθέν ἐστι καὶ βόθρος, ἂν μὴ νηφόντως ἀναγνῶμεν τὸ ῥητόν. Τί γὰρ εἴπωμεν; ὅτι ἐψεύσατο ὁ προφήτης; Ἀλλ' ἐπικίνδυνον· προφήτης γὰρ οὐ ψεύδεται· τὰ γὰρ τοῦ Θεοῦ φθέγγεται ῥήματα. Ἀλλ' οὐκ ἐψεύσατο ὁ προφήτης; οὐκοῦν οὐκ ἐφ' ἡμῖν τὰ πρακτέα; Ἀλλὰ καὶ