1

 2

 3

 4

 5

 6

 7

6

πρακτέα; Οὐδαμῶς, ἀλλὰ καὶ θρηνῶν ἀσφαλίζεται. Εἰπὼν γὰρ, ὅτι Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐκ ἐσιώπησεν, ἀλλ' ἐπήγαγεν, Οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἐφ' ἡμῖν ἐστι τὸ πᾶν, ἀλλὰ τὸ μὲν ἐφ' ἡμῖν, τὸ δὲ ἐπὶ τῷ Θεῷ. Τὸ μὲν γὰρ ἑλέσθαι τὰ κάλλιστα, καὶ βουληθῆναι, καὶ σπουδάσαι, καὶ πάντα ὑπομεῖναι πόνον, τῆς ἡμετέρας ἐστὶ προθέσεως· τὸ δὲ εἰς τέλος ἀγαγεῖν αὐτὰ, καὶ μὴ συγχωρῆσαι διαπεσεῖν, καὶ πρὸς αὐτὸ τὸ πέρας ἐλθεῖν τῶν κατορθωμάτων, τῆς ἄνωθέν ἐστι χάριτος. Ἐμερίσατο γὰρ πρὸς ἡμᾶς τὴν ἀρετὴν ὁ Θεὸς, καὶ οὔτε ἐφ' ἡμῖν ἀφῆκε τὸ πᾶν εἶναι, ἵνα μὴ εἰς ἀπόνοιαν ἐπαιρώμεθα, οὔτε αὐτὸς τὸ πᾶν ἔλαβεν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἀποκλίνωμεν· ἀλλ' ὀλίγον ἀφεὶς ἐπὶ τοῖς ἡμετέροις πόνοις, τὸ πλέον αὐτὸς κατορθοῖ. Ὅτι γὰρ εἰ τὸ πᾶν ἦν ἐφ' ἡμῖν, πολλοὺς ἂν τοῦτο εἰς ἀπόνοιαν ἐπῆρε καὶ ἐξετραχήλισεν, ἀκούωμεν τοῦ Φαρισαίου, τί φησιν, εἰς ὅσην ἀλαζονείαν ἐπήρετο, πῶς ἐμεγαληγόρει, καὶ τῆς οἰκουμένης ἁπάσης ἐφρόνησε μείζονα. ∆ιὰ τοῦτο οὐ τὸ πᾶν ἡμῶν ἐποίησεν, ἀλλ' ἀφῆκέ τι ἐφ' ἡμῖν εἶναι, ἵνα εὐπρόσωπον λάβῃ πρόφασιν τοῦ δικαίως ἡμᾶς στεφανοῦν.

Καὶ τοῦτο ἐδήλωσε διὰ τῆς παραβολῆς ἐκείνης, καθ' ἥν φησιν, ὅτι περὶ τὴν ἑνδεκάτην ὥραν εὑρὼν ἀνθρώπους, ἔπεμψεν εἰς τὸν ἀμπελῶνα ἐργάζεσθαι. Καίτοι τί ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ εἰργάσαντο; Ἀλλ' ὅμως ἤρκεσε τῷ Θεῷ καὶ ἡ βραχεῖα τοῦ καιροῦ ῥοπὴ πρὸς τὸ δοῦναι τὸν μισθὸν αὐτοῖς ἀπηρτισμένον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἀληθῶς ὁ προφήτης φησὶ, καὶ οὐκ ἀφαιρεῖται τὴν ἐξουσίαν ἡμᾶς, ἀλλὰ περὶ τοῦ τέλους τῶν πραγμάτων ἐνταῦθα φιλοσοφεῖ, ἄκουσον τῆς ἐπαγωγῆς. Εἰπὼν γὰρ, Οὐκ ἐν ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ, εὐθὺς ἐπιφέρει, Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Εἰ γὰρ μηδὲν ὅλως ἐφ' ἡμῖν ἦν, περιττῶς ἔλεγε, Παίδευσον ἡμᾶς, πλὴν ἐν κρίσει. εʹ. Τί γὰρ ἂν ἀδικώτερον τοῦ κολάζεσθαι τοὺς οὐκ ὄντας κυρίους τῶν πρακτέων, καὶ τιμωρίαν ὑπέχειν ἀνθρώπους, ὧν ἡ ὁδὸς καὶ ὁ βίος οὐκ ἐπὶ τῇ αὐτῶν ἐξουσίᾳ κεῖται; Ὥστε ὅταν φαίνηται τὸν Θεὸν παρακαλῶν ὑπὲρ τοῦ μὴ σφοδροτέραν γενέσθαι τὴν τιμωρίαν κατ' αὐτῶν, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει, ὅτι ἄξιοι τοῦ κολάζεσθαι καὶ τιμωρίαν ὑπέχειν εἰσί· τοῦτο δὲ οὐδὲν ἕτερον ἢ τὸ αὐτεξούσιον συνίστησιν.

Εἰ γὰρ μὴ κύ 56.161 ριοι τῶν πρακτέων ἦσαν, οὐχὶ πραοτέραν ἔδει τὴν τιμωρίαν ἀξιοῦν αὐτοὺς ὑποσχεῖν, ἀλλὰ μηδὲ ὅλως κολάζεσθαι· μᾶλλον δὲ οὐδὲ ἀξιώσεως ἔδει· ὁ γὰρ Θεὸς οὐ δεῖται τοῦ παρακαλοῦντος αὐτὸν, ὥστε μὴ κολάσαι τοὺς ἀνευθύνους. Καὶ τί λέγω, ὁ Θεὸς, ὅπου γε οὐδὲ ἄνθρωπος νοῦν ἔχων; Ὅταν οὖν φαίνηται παρακαλῶν ὁ προφήτης ὑπὲρ Ἰουδαίων, ὡς ὑπὲρ ἡμαρτηκότων εὔδηλον ὅτι παρακαλεῖ· ἁμαρτία δὲ τότε φαίνεται, ὅταν ἡμεῖς, ὄντες κύριοι τοῦ μὴ παραβῆναι τὸν νόμον, παραβαίνωμεν. Ὥστε πάντοθεν δῆλον ἡμῖν, ὅτι καὶ ἐφ' ἡμῖν καὶ ἐπὶ τῷ Θεῷ τὰ ἡμέτερα κεῖται κατορθώματα. Τοιοῦτόν ἐστι καὶ τὸ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Καὶ τίνος ἕνεκεν τρέχω; φησί· τίνος δὲ ἕνεκεν θέλω, εἰ μὴ τὸ πᾶν ἐν ἐμοὶ κεῖται; Ἵνα διὰ τοῦ θέλειν καὶ τοῦ τρέχειν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν ῥοπὴν καὶ τὴν εὔνοιαν, ὥστε συμπρᾶξαι καὶ χεῖρα ὀρέξαι καὶ πρὸς τὸ τέλος ἀγαγεῖν. Ἐὰν γὰρ ἀνέλῃς τοῦτο, καὶ παύσῃ τρέχων καὶ θέλων, οὔτε ὁ Θεὸς ὀρέξει χεῖρα, ἀλλ' ἀποστήσεται καὶ αὐτός. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τί φησι τῇ Ἱερουσαλήμ. Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς, ἐπειδὴ οὐκ ἠθέλησαν, πῶς ἀπέστη καὶ ὁ Θεός; ∆ιὰ τοῦτο χρεία ἡμῖν καὶ τοῦ θέλειν καὶ τοῦ τρέχειν, ἵνα καὶ τὸν Θεὸν ἐπισπασώμεθα. Τοῦτο οὖν φησι καὶ ὁ προφήτης, ὅτι τὸ κατορθῶσαι οὐκ ἐν ἡμῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ βοηθείᾳ· τὸ δὲ ἑλέσθαι ἐν ἡμῖν καὶ ἐν τῇ ἡμετέρᾳ προαιρέσει. Οὐκοῦν εἰ ἐν τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸ κατορθῶσαι, φησὶ, κἂν μὴ κατορθώσω, οὐδεμίαν ἂν εἴην δίκαιος ὑπομένειν αἰτίαν· ὅταν γὰρ τὰ παρ' ἐμαυτοῦ