1

 2

 3

 4

 5

 6

 7

7

παράσχω πάντα, καὶ θελήσω, καὶ προέλωμαι, καὶ τῶν πραγμάτων ἅψωμαι, ὁ δὲ τοῦ τέλους κύριος ὢν μὴ συμπράξῃ, μηδὲ χεῖρα ὀρέξῃ, παντὸς ἀπήλλαγμαι ἐγκλήματος. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀμήχανον γὰρ, θελησάντων ἡμῶν καὶ προελομένων καὶ βουληθέντων, τὸν Θεὸν ἐγκαταλιπεῖν.

Εἰ γὰρ τοῖς μὴ βουλομένοις παραινεῖ καὶ συμβουλεύει, ἵνα θελήσωσι καὶ βουληθῶσι, πολλῷ μᾶλλον τοὺς αἱρουμένους οὐκ ἐγκαταλιμπάνει. Ἐμβλέψατε γὰρ, φησὶ, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε. Τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ὑπερεῖδεν αὐτόν; Καὶ πάλιν ὁ Παῦλός φησιν, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ἡ ἐλπὶς ἡ εἰς τὸν Θεόν. Ἀμήχανον γὰρ τοῦ τέλους ἐκπεσεῖν τὸν ὅλῃ διανοίᾳ ἐπὶ τὸν Θεὸν ἐλπίζοντα, καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα. Καὶ πάλιν, Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύ 56.162 νασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. ∆ιὰ τοῦτο παραινεῖ σοφός τις ἀνὴρ, λέγων· Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι αὐτῷ, καὶ μὴ ἀποστῇς. Καὶ ἕτερος παραινεῖ λόγος· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Ταῦτα δὲ πάντα κανόνες εἰσὶ καὶ ὅροι καὶ δόγματα ἀκίνητα· καὶ δεῖ τοῦτο πεπηγέναι ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ὅτι ἀμήχανόν τινα σπουδῇ χρώμενον καὶ μεριμνῶντα ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, καὶ τὰ παρ' ἑαυτοῦ πάντα ἐπιδεικνύμενον, ἐγκαταλειφθῆναί ποτε παρὰ τοῦ Θεοῦ. Οὐκ ἀκούεις τί φησι πρὸς τὸν Πέτρον; Σίμων, Σίμων, ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Ὅταν μὲν γὰρ ἴδῃ τὸν φόρτον μείζω τῆς ἡμετέρας δυνάμεως ὄντα, ὀρέγει χεῖρα, καὶ ἐπικουφίζει τὸν πειρασμόν· ὅταν δὲ ἴδῃ ἐξ οἰκείας ῥᾳθυμίας καὶ ὀλιγωρίας τὴν οἰκείαν προδιδόντας σωτηρίαν, καὶ μὴ βουλομένους σωθῆναι, ἀφίησι καὶ ἐγκαταλιμπάνει. Οὐ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, καὶ ὅπερ ἐπὶ τῆς διδασκαλίας ἐποίει, τοῦτο καὶ ἐνταῦθα γίνεται. Καθάπερ γὰρ ἐκεῖ τοὺς μὴ θέλοντας ἀκούειν, ἀλλ' ἀποπηδῶντας, οὐχ εἷλκεν, οὐδὲ ἐβιάζετο, τοῖς δὲ προσέχουσι διέλυσε τὰ ἀσαφῆ, καὶ τὰ αἰνίγματα ἐποίει φανερά· οὕτω δὴ καὶ ἐπὶ τῶν πραγμάτων· τοὺς μὲν ἀναλγήτους καὶ οὐκ ἐθέλοντας οὐκ ἀναγκάζει, οὐδὲ βιάζεται, τοὺς δὲ προαιρουμένους ἐπισπᾶται μετὰ πολλῆς τῆς σφοδρότητος. ∆ιὰ τοῦτο καὶ ὁ Πέτρος φησίν· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Θεὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.

Καὶ ὁ προφήτης αὐτὸ τοῦτο παραινεῖ λέγων· Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Ταῦτα οὖν εἰδότες, καὶ ὅτι καὶ τὸ θέλειν καὶ τὸ τρέχειν ἐν ἡμῖν ἐστι, καὶ διὰ τοῦ θέλειν καὶ τοῦ τρέχειν τὸν Θεὸν ἐπισπώμεθα πρὸς τὴν ἡμετέραν βοήθειαν, ἐπισπασάμενοι δὲ αὐτὸν, πρὸς τὸ τέλος ἥξομεν τῶν πραγμάτων· διαναστῶμεν, ἀγαπητοὶ, καὶ πᾶσαν σπουδὴν ἐπιδειξώμεθα ἐν τῇ τῆς ψυχῆς σωτηρίᾳ τῆς ἡμετέρας, ἵνα μικρὸν ἐνταῦθα πονήσαντες χρόνον, κατὰ τὸν ἀγήρω καὶ ἀθάνατον αἰῶνα τῶν ἀθανάτων ἀπολαύσωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.