1

 2

 3

 4

4

λέγουσι; Καὶ οὐκ ἐγίνωσκον, ὅτι προφητικῶς ἐπληροῦτο τὸ γεγραμμένον, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ὅτε Ἰεζάβελ κατὰ τοῦ Ναβουθὲ τὰ πλαστὰ ἐποίει γράμματα, ἡδέως ἀνέχεσθε· ὅτε Πιλᾶτος γράφει ἐπὶ τοῦ τίτλου τὰ χρηστὰ γράμματα, ἀγανακτεῖτε, καὶ κωλύετε γράφεσθαι. Τί γὰρ λέγουσι; Μὴ γράφε, ὅτι Ὁ βασιλεὺς τῶν Ἰουδαίων. Μὴ γράφε, 61.710 ἀντὶ τοῦ, Τὴν ἀλήθειαν, τοῦ, Μηδεὶς ὠφελείσθω, μηδεὶς ἄρτιος ἔστω πρὸς εὐσέβειαν. Πάντως οὐχ οὕτως ἠγανάκτουν κατὰ τῶν τὰ δράματα τῶν ὀρχηστῶν γραφόντων, οὐδ' ἂν ἔτι καὶ νῦν οἱ πολλοὶ τὰ τῶν δαιμόνων ἀκούωσι ᾄσματα. Καὶ περὶ μὲν ἐκείνων οὐκ ἀλγοῦσι, περὶ δὲ τῶν θεϊκῶν διδαγμάτων ὅτι γράφονται πονοῦσι.

Καὶ ἄρα οὐκ ἔστι παντὸς κακοῦ ὑπέρτερον, τὸ τὰς μὲν μωρολογίας Φιλιστίωνος γράφεσθαι, τὰς δὲ δοξολογίας Ἰησοῦ μὴ γράφεσθαι δι' ὧν εἰς οὐρανὸν ὁδηγούμεθα; Εἰ δὲ καὶ ἦν τις ἄρα διδασκάλων ἰδιώτης τῷ λόγῳ, ὅμως δὲ τὰ τοῦ Θεοῦ λέγων, οὐ μὴν ἄρα βέλτιον τὰ τούτου γράφεσθαι ὑπὲρ τὰς τῶν Ἑλλήνων δαιμονιώδεις μυθολογίας; Συμφέρει γὰρ τοῖς νεωτέροις ἐν ταῖς ῥήσεσι τῶν θεολόγων διδασκάλων, κἂν ἰδιωτικαὶ τυγχάνωσιν, ἐμμελῳδοῦντας παιδεύεσθαι, ἄμεμπτον ἔχοντας φρόνημα, καὶ μὴ ἐν ταῖς τῶν δαιμόνων διδασκαλίαις ἐνασχολουμένους εἰς ἀκολασίαν ἐκμαίνεσθαι. Μὴ γράφε. ∆ιὰ τί, Μὴ γράφε; τί γὰρ ὑμᾶς βλάπτει; ποίων δὲ ὑμᾶς χρημάτων ἀποστερεῖ ἡ τῆς ἀληθείας γραφή; Ἄλλος τῇ προθυμίᾳ τῶν γραφομένων οὐκ ἤλγει τὴν χεῖρα, κἀκεῖνοι τὰ στήθη ἔτυπτον. Ἀλλ' εἰ καὶ Φαρισαῖοι ταῦτα ἔλεγον πρὸς Πιλᾶτον, καὶ ἐκώλυον αὐτὸν γράφειν τὰ τῆς ἀληθείας γράμματα· ὁ δὲ εἰ καὶ ἐθνικὸς ὑπάρχων ἔλεγε πρὸς αὐτούς· Ὃ γέγραφα, γέγραφα. Ἁρμόζει καὶ ἡμῖν αὕτη ἡ διδασκαλία, ἵνα ὅταν οἱ αἱρετικοὶ ἡμῖν συμβουλεύσωσι μεθίστασθαι ἀπὸ τῆς δόξης, λέγωμεν πρὸς αὐτούς· Ὃ γεγράφαμεν, γεγράφαμεν. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν. Γνοὺς, οὐκ ἀπὸ ἄλλου μαθὼν, ἀλλ' ἀφ' ἑαυτοῦ ἐγνωκώς· καρδιογνώστης γὰρ ἦν, καὶ ἔστι, καθὼς καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· Οὐ γὰρ χρείαν εἶχε, φησὶν, ἵνα τις εἴπῃ αὐτῷ περὶ τοῦ ἀνθρώπου. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν, οὐ τὸν θάνατον φοβούμενος, ἀλλὰ τὸν καιρὸν τοῦ σταυροῦ ἐκδεχόμενος.

Ἔδει γὰρ αὐτὸν πρῶτον νεκροὺς ἀνεγεῖραι, ἀσθενοῦντας ἰάσασθαι, πεινῶντας πολλοὺς ἐμπλῆσαι, πολλοὺς εἰς τὴν πίστιν στηρίξαι, καὶ τότε ἐλθεῖν ἐπὶ τὸν ἀοίδιμον θάνατον, μᾶλλον δὲ θάλαμον. Ἔδει πρῶτον αὐτὸν στῆσαι τὸ ξύλον τὸ τοῦ μυστηρίου τοῦ σταυροῦ, καὶ τότε θερμῷ τῷ πνεύματι ἐπὶ τοὺς ἐν τῷ ᾅδῃ κατακειμένους καταδραμεῖν. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν. Ὅπου δόλος οὐ φαίνεται, φεύγει· ὅπου φόνος τεκταίνεται, ἀναχωρεῖ· ὅπου ἀγάπη πλέκεται, καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα αὐλίζεται. Πλέξωμεν τοίνυν, ἀγαπητοὶ, τὴν τριπλεκῆ ἀγάπην, μὴ γλώσσαις ἀπατηλαῖς, ἀλλὰ παλάμαις ἐργαστικαῖς· ἵνα ᾖ μεθ' ἡμῶν ὁ Ἐμμανουὴλ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.