1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

9

ἀγάπην πλείονα σπουδὴν καὶ ἐπιμέλειαν ἐπιδείκνυσθαι χρὴ, ὅσῳ τῶν τῆς φύσεως ὠδίνων αἱ τοῦ πνεύματός εἰσι δυνατώτεραι. Τίς οὖν ἡ τράπεζα ἦν, ἧς τὰ λείψανα διετηρήσαμεν ὑμῖν; Ῥῆσις ἦν ἀποστολικὴ, πολλὴν ἡμῖν τότε παρασχοῦσα τροφὴν πνευματικὴν, ἧς μέρος μὲν ἐνεθήκαμεν ὑμῶν τῇ διανοίᾳ, μέρος δὲ εἰς τὴν παροῦσαν ἡμέραν ἀνεβαλλόμεθα, ὥστε μὴ τῷ πλήθει τῶν λεγομένων καταχῶσαι τῆς μνήμης τῆς ὑμετέρας τὴν δύναμιν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Περὶ ποίας μὲν οὖν πίστεως εἴρηται, πότερον τῆς τῶν σημείων ποιητικῆς, περὶ ἦς ὁ Χριστός φησιν· Ἐὰν ἔχετε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται· ἢ τῆς τὴν γνῶσιν ἐμποιούσης ἡμῖν, καθ' ἣν πάντες ἐσμὲν πιστοί· καὶ τίνος ἕνεκα Πνεῦμα πίστεως εἴρηται, καὶ τί ποτέ ἐστιν ἡ πίστις αὕτη, καὶ πάντα δὴ ταῦτα κατὰ δύναμιν τότε πρὸς τὴν ὑμετέραν διελέχθημεν ἀγάπην, ὅτε καὶ τοὺς περὶ ἐλεημοσύνης ἐκινήσαμεν λόγους. Ἐπειδὴ δὲ ἐλείπετο εἰπεῖν καὶ τίνος ἕνεκεν εἴρηται, Πνεῦμα πίστεως τὸ αὐτὸ, καὶ τὸ πλῆθος τῶν τότε λεχθέντων οὐκ ἐπέτρεπε καὶ ταύτῃ μετ' ἀκριβείας ἐπεξελθεῖν τῇ ῥήσει· τούτου χάριν εἰς τὴν παροῦσαν ἡμέραν αὐτὴν ἐταμιευσάμεθα, καὶ νῦν τοῦτο ἀνέστημεν ἀποδώσοντες ὑμῖν τὸ χρέος. Τίνος οὖν ἕνεκεν εἴρηκε, Τὸ αὐτό; 51.282 Πολλὴν συγγένειαν τῆς Καινῆς ∆ιαθήκης πρὸς τὴν Παλαιὰν ἐπιδεῖξαι βούλεται· διὰ τοῦτο καὶ προφητικῆς ἡμᾶς ἀνέμνησε ῥήσεως, εἰπὼν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα, καὶ ἐπαγαγὼν, Κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. Τοῦτο δὲ ἄνωθεν καὶ πρὸ πολλῶν χρόνων ὁ ∆αυῒδ ἦν εἰρηκὼς, ὅπερ ὁ Παῦλος παρήγαγε νῦν, δηλῶν ὅτι τοῦ Πνεύματος ἡ χάρις ἡ αὐτὴ καὶ ἐν ἐκείνῳ τότε, καὶ νῦν ἐν ἡμῖν τὴν τῆς πίστεως ἐῤῥίζωσε δύναμιν· ὡσεὶ ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τὸ καὶ ἐν ἐκείνῳ λαλῆσαν, καὶ ἐν ἡμῖν ἐνήργησε. βʹ. Ποῦ νῦν εἰσιν οἱ τὴν Παλαιὰν διαβάλλοντες, οἱ τὸ σῶμα τῆς Γραφῆς διασπῶντες, οἱ τῇ Καινῇ μὲν ἄλλον, ἕτερον δὲ τῇ Παλαιᾷ Θεὸν ἀπονέμοντες; Ἀκουέτωσαν Παύλου τὰ στόματα τὰ ἄθεα ἐμφράττοντος, καὶ ἐπιστομίζοντος τὴν θεομάχον γλῶτταν, καὶ διὰ τῆς ῥήσεως ταύτης δεικνύοντος, ὅτι τὸ αὐτὸ Πνεῦμα καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ. Καὶ γὰρ αὐτὰ τὰ ὀνόματα πολλὴν ἡμῖν τῶν ∆ιαθηκῶν δείκνυσι τὴν συμφωνίαν. Ἡ γὰρ Καινὴ διὰ τὴν Παλαιὰν εἴρηται, καὶ ἡ Παλαιὰ διὰ τὴν Καινήν· καθάπερ οὖν καὶ ὁ Παῦλός φησιν, Ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκε τὴν προτέραν. Εἰ δὲ μὴ τοῦ αὐτοῦ εἶεν ∆εσπότου, οὔτε αὕτη Καινὴ, οὔτ' ἐκείνη Παλαιὰ δύναιτ' ἂν λέγεσθαι. Ὥστε αὕτη ἡ ἐν τοῖς ὀνόμασι διαφορὰ τὴν συγγένειαν ἑκατέρας ἐκδείκνυται, καὶ ἡ διαφορὰ δὲ αὕτη οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὴν τῶν χρόνων ἐναλλαγήν ἐστι· καὶ γὰρ τὸ καινὸν τῷ παλαιῷ κατὰ τοῦτο ἀντιδιαστέλλεται μόνον· ἡ δὲ τῶν χρόνων ἐναλλαγὴ οὐδὲ διαφορὰν δεσποτείας οὐδὲ μείωσιν εἰσάγει. Καὶ τοῦτο πάλιν ὁ Χριστὸς ἐνέφηνεν, εἰπών· ∆ιὰ τοῦτο λέγω ὑμῖν, Πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ὁρᾷς διάφορα μὲν τὰ κτήματα, μίαν δὲ τὴν δεσποτείαν; Ὥσπερ οὖν ἐκεῖνος δύναται ἐκβάλλειν καινὰ καὶ παλαιὰ εἷς ὢν οἰκοδεσπότης, οὕτω δὴ καὶ ἐνταῦθα δυνατὸν ἑνὸς εἶναι Θεοῦ τὴν Καινὴν καὶ τὴν Παλαιάν· αὐτὸ γὰρ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὸν πλοῦτον καὶ τὴν περιουσίαν, τὸ μὴ μόνον καινὰ κεκτῆσθαι, ἀλλὰ καὶ ἐν τοῖς παλαιοῖς τὴν περιουσίαν ἐνδείκνυσθαι. Ὥστε διαφορὰ μόνον ἐστὶν ὀνομάτων ἐν ταῖς ∆ιαθή 51.283 καις οὐ μάχη, οὐδὲ ἐναντίωσις. Τὸ γὰρ παλαιὸν ἐκ τοῦ καινοῦ γίνεται παλαιόν· τοῦτο δὲ οὐ μάχης, οὐδὲ