1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

13

εὐγενεῖς παῖδες καὶ ἐλεύθεροι, τὴν οἰκείαν ἐπιγνόντες ἀξίαν, χωρὶς φόβου τινὸς καὶ κολάσεως ηὐτομόλησαν πρὸς τὴν ἀρετήν· οἱ δὲ λοιποὶ πάντες Ἰουδαῖοι, ἐπειδὴ πρὸς κακίαν ἀπέκλιναν, τοῦ κατὰ τὸν νόμον ἐδεήθησαν χαλινοῦ. Ὅτε γοῦν ἐποίησαν τὸν μόσχον, καὶ τὸ γλυπτὸν προσεκύνησαν, τότε ἤκουσαν· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν· ὅτε ἐφόνευσαν, καὶ τὰς γυναῖκας τῶν πλησίον διέφθειραν, τότε ἤκουσαν, 51.287 Οὐ φονεύσεις, οὐ μοιχεύσεις, καὶ τὰ ἄλλα δὲ πάντα ὁμοίως. ζʹ. Ὥστε οὐκ ἔγκλημα τοῦ νόμου τὸ κόλασιν ἐπάγειν καὶ τιμωρίαν, καὶ καθάπερ οἰκέτας ἀγνώμονας παιδεύειν καὶ σωφρονίζειν, ἀλλὰ καὶ ἐγκώμιον μέγιστον, καὶ οὐχ ὁ τυχὼν ἔπαινος, ὅτι τοὺς πρὸς τοσαύτην κατενεχθέντας κακίαν ἠδυνήθη διὰ τῆς οἰκείας σφοδρότητος ἀπαλλάξαι τῆς πονηρίας, μαλάξαι τε καὶ ποιῆσαι καταπειθεῖς τῇ χάριτι, καὶ πρὸς τὴν τῆς Καινῆς ὁδηγῆσαι φιλοσοφίαν. Τὸ γὰρ αὐτὸ Πνεῦμα καὶ τὰ ἐν τῇ Παλαιᾷ, καὶ τὰ ἐν τῇ Καινῇ πάντα ᾠκονόμει, εἰ καὶ διαφόρως. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. Οὐ διὰ τοῦτο δὲ μόνον ἔλεγε, Τὸ αὐτὸ Πνεῦμα, ἀλλὰ καὶ δι' ἑτέραν αἰτίαν οὐκ ἐλάττονα τῆς εἰρημένης, ἣν ἐβουλόμην μὲν νῦν εἰπεῖν, δεδοικὼς δὲ μὴ τὰ εἰρημένα ἐκβλύσητε, εἰς ἑτέραν ὑμῖν διάλεξιν ταύτην ταμιεύσομαι, τέως ταύτης μεμνῆσθαι πάσης παρακαλέσας ὑμᾶς, καὶ μετὰ ἀκριβείας φυλάττειν αὐτὴν, καὶ τὴν ἀπὸ τῆς πολιτείας ἀρετὴν προστιθέναι, καὶ τῇ τῶν δογμάτων συνυφαίνειν αὐτὴν καθαρότητι· Ἵνα ἄρτιος ὁ ἄνθρωπος ᾖ τοῦ Θεοῦ, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος· ἐπεὶ κέρδος οὐδὲν ἔσται ἡμῖν τῶν ὀρθῶν δογμάτων, ὅταν ὁ βίος διεφθαρμένος ᾖ· ὥσπερ οὖν οὐδὲ πολιτείας ἀρίστης ὄφελος, πίστεως οὐκ οὔσης ὑγιοῦς. Ἵνα οὖν ἀπηρτισμένην ἔχωμεν τὴν ὠφέλειαν, ἑκατέρωθεν ἑαυτοὺς ἀσφαλιζώμεθα, ἔν τε τοῖς ἄλλοις ἅπασι καρποὺς ἐπιδεικνύμενοι γενναίους, καὶ μετὰ τῶν ἄλλων τὴν ἐλεημοσύνην, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, μετὰ πολλῆς μὲν τῆς προθυμίας, μετὰ πολλῆς δὲ αὐτὴν ἐπιτελοῦντες τῆς δαψιλείας. Ὁ γὰρ σπείρων φειδομένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Τί ἐστιν, Ἐπ' εὐλογίαις; Μετὰ πολλῆς τῆς ἀφθονίας. Ἐνταῦθα μὲν οὖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων καὶ ὁ ἀμητὸς καὶ ὁ σπόρος τῶν αὐτῶν ἐστι σπερμάτων· καὶ γὰρ ὁ σπείρων, πυρὸν ἢ κριθὰς καταβάλλει, ἢ καὶ ἄλλο τι τῶν τοιούτων, καὶ ὁ θερίζων τὸ αὐτὸ θερίζει πάλιν· ἐπὶ δὲ τῆς ἐλεημοσύνης οὐχ οὕτως, ἀλλὰ ἑτέρως. Σὺ μὲν γὰρ καταβάλλεις ἀργύριον, συλλέγεις δὲ παῤῥησίαν τὴν πρὸς τὸν Θεόν· δίδως χρήματα, καὶ λαμβάνεις ἁμαρτημάτων λύσιν· παρέχεις ἄρτον καὶ ἱμάτιον, καὶ ἀντὶ τούτων σοι ἡ τῶν οὐρανῶν εὐτρεπίζεται βασιλεία, καὶ τὰ μυρία ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τὸ δὴ πάντων κεφάλαιον τῶν ἀγαθῶν, ὅμοιος γίνῃ τῷ Θεῷ, κατὰ δύναμιν τὴν ἀνθρωπίνην. Περὶ γὰρ ἐλεημοσύνης καὶ φιλανθρωπίας διαλεχθεὶς ὁ Χριστὸς ἐπήγαγεν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ δύνασαι ἀνατεῖλαι ἥλιον, οὐδὲ ὄμβρους ἀφεῖναι σὺ, οὐδὲ οἰκουμένην εὐεργετῆσαι τοσαύτην· τοῖς οὖσι χρήμασιν ἀπόχρησαι πρὸς τὴν φιλοφροσύνην, καὶ γέγονας ὅμοιος τῷ τὸν ἥλιον ἀνατέλλοντι, ὡς ἄνθρωπον ὅμοιον Θεῷ γενέσθαι δυνατόν. ηʹ. Προσέχετε μετὰ ἀκριβείας τοῖς εἰρημένοις. Ἐπὶ 51.288 πονηροὺς καὶ ἀγαθοὺς, φησί. Καὶ σὺ τοίνυν, ὅτε ἐλεημοσύνην ποιεῖς, μὴ βίον ἐξετάσῃς, μηδὲ τρόπων εὐθύνας ἀπαίτει. Ἐλεημοσύνη γὰρ διὰ τοῦτο λέγεται, ἵνα καὶ τοῖς ἀναξίοις παρέχωμεν· ὁ γὰρ ἐλεῶν, οὐ τὸν κατωρθωκότα, ἀλλὰ τὸν ἡμαρτηκότα ἐλεεῖ· ὁ μὲν γὰρ κατορθῶν, ἐπαίνων ἄξιος καὶ στεφάνων ἐστίν· ὁ δὲ ἁμαρτάνων, ἐλέου καὶ συγγνώμης. Ὥστε καὶ