1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

17

διορατικῆς δεόμενον διανοίας, καὶ ὀξυτάτης ψυχῆς· διὸ παρακαλῶ μετὰ ἀκριβείας παρακολουθεῖν τοῖς ῥηθήσεσθαι μέλλουσιν. Εἰ γὰρ ἡμέτερος ὁ πόνος, ἀλλ' ὑμέτερον τὸ κέρδος, μᾶλλον δὲ οὐδὲ ἡμέτερος ὁ πόνος ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ δωρεά· ὅταν δὲ ἀποκαλύψῃ, οὔτε ὁ λέγων, οὔτε οἱ ἀκούοντες κάμνουσι· πολλὴ γὰρ τῆς ἀποκαλύψεως ἡ εὐκολία. Πρόσχωμεν τοίνυν μετὰ ἀκριβείας· κἂν γὰρ τοῖς πλείοσι παρακολουθήσητε, περὶ δὲ βραχὺ μέρος ἀπονυστάξητε, τὸ πᾶν ἀγνοήσετε τοῦ κάλλους, διακοπείσης τῆς ἀκολουθίας λοιπόν. Καὶ καθάπερ οἱ τὰς ὁδοὺς ἀγνοοῦντες καὶ ἑτέρων δεόμενοι τῶν ὁδηγούντων, κἂν πολὺ προέλθωσιν ἀκολουθοῦντες αὐτοῖς, μικρὸν δὲ ἀποῤῥᾳθυμήσαντες ἀπολέσωσι τὸν ἡγούμενον, οὐδὲν αὐτοῖς ὄφελος ἔσται τῆς προτέρας ἀκολουθήσεως, ἀλλ' ἵστανται λοιπὸν, οὐκ εἰδότες ὅπου προέλθωσιν· οὕτω καὶ οἱ τῷ λέγοντι παρακολουθοῦν 51.292 τες, ἐὰν παρὰ πᾶσαν τὴν διδασκαλίαν προσέχοντες μικρὸν ῥᾳθυμήσωσιν, ἅπασαν τὴν ἀκολουθίαν ῥίψαντες, οὐκ ἔτι λοιπὸν ἐπιστῆναι τῷ τέλει τῶν νοημάτων δυνήσονται. Ἵν' οὖν μὴ τοῦτο πάθητε, διὰ πάντων τῶν μελλόντων ῥηθήσεσθαι τὴν ἴσην μοι παρέχετε σπουδὴν, ἕως ἂν εἰς αὐτὸ τὸ τέλος ἔλθωμεν. γʹ. Τίνος οὖν ἕνεκεν εἴρηκεν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, καὶ σπουδάζει δεῖξαι καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ πίστιν οὖσαν τὴν μητέρα τῶν ἀγαθῶν, μικρὸν ἄνωθεν ἀναγκαῖον εἰπεῖν· οὕτω γὰρ ἔσται κατάδηλος ἡμῖν ἡ αἰτία μᾶλλον. Τίς οὖν ἐστιν ἡ αἰτία; Πολὺς πόλεμος περιειστήκει τοὺς πιστοὺς, ἡνίκα ταῦτα ἐλέγετο, πόλεμος χαλεπὸς καὶ ἀκήρυκτος. Καὶ γὰρ καὶ πόλεις αὐτοῖς ὁλόκληροι καὶ δῆμοι πάντοθεν ἐπανίσταντο, καὶ τύραννοι πάντες ἐπεβούλευον, καὶ βασιλεῖς παρεσκευάζοντο, καὶ ὅπλα ἐκινεῖτο, καὶ ξίφη ἠκονᾶτο, καὶ στρατόπεδα ηὐτρεπίζετο, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας ἐπενοεῖτο· ὅθεν ὑπαρχόντων ἁρπαγαὶ καὶ δημεύσεις, καὶ ἀπαγωγαὶ καὶ θάνατοι καθημερινοὶ, καὶ στρεβλώσεις, καὶ δεσμωτήρια, καὶ πῦρ, καὶ σίδηρος, καὶ θηρία, καὶ ξύλον, καὶ τροχὸς, καὶ βάραθρα, καὶ κρημνοὶ, καὶ πάντα τὰ εἰς ἐπίνοιαν πρὸς τὸν τῶν πιστῶν ὄλεθρον ἐκινεῖτο· καὶ οὐδὲ μέχρι τούτων ὁ πόλεμος εἱστήκει. Οὐδὲ γὰρ παρὰ τῶν ἐχθρῶν ἀνεῤῥιπίζετο μόνον, ἀλλὰ καὶ αὐτὴ καθ' ἑαυτῆς ἡ φύσις ἐσχίζετο. Καὶ γὰρ παισὶν ἐπολέμουν πατέρες, καὶ θυγατέρες ἐμίσουν τὰς κυησάσας, καὶ φίλοι φίλους ἀπεστρέφοντο, καὶ εἰς τὰς συγγενείας καὶ εἰς τὰς οἰκίας ὁ πόλεμος οὗτος ἕρπων εἰσῄει, καὶ θόρυβος ἦν τότε πολὺς κατὰ τὴν οἰκουμένην. Καὶ καθάπερ πλοῖον, κυμάτων διανισταμένων, νεφῶν συῤῥηγνυμένων, βροντῶν καταῤῥηγνυμένων, ζόφου πάντοθεν κυκλοῦντος τὸ σκάφος, τῆς θαλάσσης μαινομένης, θηρίων ἐπανισταμένων, πειρατῶν προσβαλλόντων, αὐτῶν τῶν ἔνδον στασιαζόντων, οὐκ ἂν διαφύγοι τὸν κίνδυνον, εἰ μὴ ἡ ἄνω χεὶρ, ἡ κραταιὰ καὶ μεγάλη, ἀποκρούσαιτο τὸν πόλεμον, καὶ λύσασα τὸν χειμῶνα καταστήσειεν ἐν γαλήνῃ τοὺς πλέοντας· οὕτω δὴ καὶ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος γέγονεν. Οὐ γὰρ ἔξωθεν προσέβαλλεν ὁ χειμὼν μόνον, ἀλλὰ καὶ οἱ ἔνδον πολλάκις πρὸς ἀλλήλους ἐστασίαζον. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Παῦλος γράφων, Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Καὶ ὅτι ταῦτ' ἔστιν ἀληθῆ, καὶ διδασκάλους καὶ μαθητὰς μυρία περιεστοίχιστο κακὰ, καὶ πάντας ὁ πόλεμος ἐπενέμετο, αὐτοῦ πάλιν τοῦ Παύλου τὴν μαρτυρίαν παράγω. Ὑμεῖς δὲ μνημονεύετε τῶν λεγομένων ἁπάντων, ἵν' ὅταν μάθητε τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰ μυρία κακὰ, ἅπερ οἱ τότε πιστεύοντες ὑπέμενον, μειζόνως καὶ διὰ τοῦτο εὐχαριστῆτε τῷ Θεῷ, τῷ λύσαντι πάντα ἐκεῖνα τὰ δεινὰ, καὶ εἰρήνην εἰσαγαγόντι βαθεῖαν, καὶ τὸν πόλεμον ἀπελάσαντι, καὶ πολλὴν κατασκευάσαντι τὴν γαλήνην· ἵνα μηδεὶς μήτε ῥᾳθυμῶν νομίζῃ διαφεύγειν τὴν κόλασιν, μήτε κατορθῶν ἐπαίρηται νῦν.