1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

18

δʹ. Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν. Ἐκεῖνοι μὲν γὰρ τῶν ἐν πελάγει σαλευόντων τότε καὶ κλυδωνιζομένων οὐδὲν ἄμεινον διέκειντο· ἡμεῖς δὲ τῶν ἐν λιμένι καθημένων ἀδεέστερον 51.293 διάγομεν νῦν. Μὴ τοίνυν μήτε ἐπὶ τοῖς κατορθώμασι μέγα φρονῶμεν, μήτε ἐπὶ τοῖς συμπίπτουσι πειρασμοῖς καταπίπτωμεν, μήτε εἰς ῥᾳθυμίαν τῇ τῆς εἰρήνης ἀδείᾳ ἀποχρώμεθα· ἀλλὰ νήφωμεν ἀεὶ καὶ γρηγορῶμεν. Ἔστι γὰρ καὶ ἡμῖν πάλη πρὸς τὰς ἐπιθυμίας τῆς φύσεως. Οὐκ ἐπανίστανται νῦν ἡμῖν ἄνθρωποι, ἀλλ' ἐπανίστανται αἱ τῆς σαρκὸς ἡδοναί· οὐ πολεμοῦσι τύραννοι καὶ βασιλεῖς, ἀλλὰ πολεμεῖ θυμὸς, κενοδοξίας ἔρως, φθόνος, βασκανίαι, καὶ τὰ μυρία τῆς ψυχῆς πάθη. Ἐπεὶ οὖν ἐκείνων τῶν πειρασμῶν ἀπηλλάγμεθα, τούτων περιγενώμεθα. ∆ιὰ γὰρ τοῦτο ἀνέμνησα ὑμᾶς τῶν καιρῶν ἐκείνων τὰ προσοχθίσματα, ἵνα καὶ ὁ ἐν θλίψει νῦν ὢν, ἱκανὴν ἐκεῖθεν λαμβάνῃ παράκλησιν, καὶ ὁ πολλῆς ἀπολαύων ἀδείας, ἀντὶ τῆς ἀτεχνίας τῶν κινδύνων ἐκείνων πολλὴν εἰσάξῃ προθυμίαν εἰς τὴν τῶν ἀτόπων λογισμῶν μάχην. Εἰς γὰρ ἡμετέραν νουθεσίαν καὶ παράκλησιν καὶ ὑπομονὴν πάντα ἐκεῖνα ἐγράφετο· ἅπερ ἀναγκαῖον νῦν πρὸς ὑμᾶς εἰπεῖν, καὶ διδάξαι τὸ μέγεθος τῶν τότε τοὺς πιστοὺς περιεστηκότων δεινῶν, οὐχὶ τοὺς διδασκάλους μόνον, ἀλλὰ καὶ τοὺς μαθητάς. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος γράφων Ἑβραίοις· Ἀναμιμνήσκεσθε τὰς προτέρας ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Οὐδὲ γὰρ βραχὺς διεγένετο χρόνος, ἀλλ' ἐν αὐτοῖς εὐθὺς τοῖς προοιμίοις τῆς κατηχήσεως καὶ τῆς διδασκαλίας ἐπανέστησαν αὐτοῖς πειρασμοὶ, καὶ βαπτισθέντες εὐθέως ἐκινδύνευον· τί πάσχοντες, ἄκουε· Τοῦτο μὲν, ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι. Πάντες γὰρ ἐνέπτυον, ὕβριζον, κατεγέλων, ἐχλεύαζον, μωροὺς ἐκάλουν, ἀνοήτους, ὅτι τῆς πατρῴας ἀποστάντες πολιτείας, καινὸν δόγμα κατεδέξαντο. Οὐ μικρὸν δὲ τοῦτο πρὸς τὸ παρασαλεῦσαι ψυχὴν, ἐὰν μὴ ἐῤῥιζωμένη κατὰ βάθους ἡ πίστις ᾖ. Καὶ γὰρ οὐδὲν οὕτω δάκνει ψυχὴν, ὡς ὄνειδος· οὐδὲν οὕτω τήκει ψυχὴν καὶ διάνοιαν, ὡς σκώμματα καὶ λοιδορίαι· πολλοὶ γὰρ πολλάκις ἄνδρες ὑπεσκελίσθησαν ὀνειδιζόμενοι. Ταῦτα δὲ λέγω νῦν, ἵνα ἐν παῤῥησίᾳ τὴν πίστιν ἔχωμεν. Εἰ γὰρ τότε, ὅτε πᾶσα αὐτοῖς ὠνείδιζεν οἰκουμένη, οὐχ ὑπεσκελίσθησαν, πολλῷ μᾶλλον νῦν ἐν παῤῥησίᾳ τὸ κήρυγμα τῆς ἀληθείας ἔχειν δεῖ, ὅτε πᾶσα ἡ οἰκουμένη πρὸς ἡμᾶς μετετάξατο. Ὅτι δὲ οὐ μέχρι κατηγορίας καὶ ὀνειδισμῶν καὶ λοιδορίας ἵσταντο ἐκεῖνοι, ἀλλὰ καὶ ἔχαιρον οἱ ταῦτα πάσχοντες, ἄκουσον τῶν ἑξῆς. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν, φησὶ, μετὰ χαρᾶς προσεδέξασθε. Ὁρᾷς ὅτι καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύοντο τὸ παλαιὸν, καὶ πᾶσιν εἰς ἁρπαγὴν προέκειντο τοῖς βουλομένοις ἐπηρεάζειν. Καὶ ταῦτα μὲν Ἑβραίοις ἐπιστέλλων ἔλεγε. εʹ. Θεσσαλονικεῦσι δὲ ἕτερα τοιαῦτα μαρτυρεῖ πάλιν λέγων· Ὑμεῖς γὰρ μιμηταὶ, φησὶν, ἐγενήθητε τοῦ Κυρίου καὶ ἡμῶν, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ. Ὅρα καὶ τούτους θλιβομένους, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐν θλίψει πολλῇ. Μετ' ἐπιτάσεως γὰρ ἦν ὁ πειρασμὸς, διηνεκὴς ὁ κίνδυνος, οὐδὲ μικρὸν ἀναπνεῦσαι παρέχων τοῖς ἀγωνιζομένοις τότε. Ἀλλ' 51.294 ὅμως καὶ ταῦτα πάσχοντες οὐκ ἐδυσχέραινον, οὐδὲ ἀπεδυσπέτουν, ἀλλὰ μᾶλλον καὶ ἔχαιρον. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· εἰπὼν γὰρ, Ἐν θλίψει πολλῇ, προσέθηκε, Μετὰ χαρᾶς Πνεύματος ἁγίου· δηλῶν ὅτι οἱ μὲν πειρασμοὶ τὴν θλίψιν ἐποίουν, ἡ δὲ τῶν πειρασμῶν ὑπόθεσις τὴν χαρὰν αὐτοῖς ἔτικτεν. Ἤρκει γὰρ εἰς παραμυθίαν τὸ συνειδέναι ἑαυτοῖς, ὅτι ταῦτα διὰ τὸν Χριστὸν