1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

19

ἔπασχον. ∆ιότι οὐχ οὕτω θαυμάζω τοὺς τότε, ὅτι ἐθλίβοντο, ὡς θαυμάζω, ὅτι θλιβόμενοι διὰ τὸν Θεὸν ἔχαιρον. Τοῦτο γὰρ γενναίας καὶ φιλοθέου ψυχῆς, τὸ θλίβεσθαι καὶ κακῶς πάσχειν· τὸ δὲ γενναίως φέρειν τὸν πειρασμὸν, καὶ τῷ συγχωροῦντι τὰς θλίψεις εὐχαριστεῖν, τοῦτο μεγίστης ἀνδρείας, τοῦτο διεγηγερμένης ψυχῆς καὶ τῶν ἀνθρωπίνων ἀπηλλαγμένης ἁπάντων. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι δηλῶν, ὅσα ἔπασχον οἱ πιστεύοντες τότε κακὰ παρὰ τῶν οἰκείων καὶ συγγενῶν (τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον), οὑτωσί πώς φησιν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Κατὰ τί μιμηταί; Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων. Ἰδοὺ καὶ πόλεμος, ἀλλὰ καὶ πόλεμος ἐμφύλιος, ὃ μείζω ποιεῖ τὴν ὀδύνην. Εἰ γὰρ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, φησί· σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὅπερ τότε συνέβαινε συμβολικῶς. ∆ιὸ καὶ πολλῆς ἐδέοντο τῆς παρακλήσεως. Ὅπερ οὖν καὶ Παῦλος συνορῶν, καὶ τοὺς ὑπ' αὐτῷ ταττομένους βλέπων κάμνοντας καὶ ἱδροῦντας, βαρυνομένους τῷ μεγέθει τῶν συμφορῶν καὶ ταῖς ἐπαλλήλοις ὀδυνωμένους πληγαῖς, πολυτρόπως αὐτῶν διανίστησι τὰ φρονήματα, νῦν μὲν λέγων, Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν· νῦν δὲ λέγων, Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· καὶ πάλιν, Μὴ ἀποβάλητε τὴν παῤῥησίαν ὑμῶν· ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Εἶτα πρὸς τὴν ὑπομονὴν ἀλείφων αὐτοὺς, ἐπάγει· Ἔτι γὰρ μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Καὶ καθάπερ παιδίον κλαυθμυρίζον, δυσχεραῖνον, καὶ τὴν μητέρα ἐπιζητοῦν παρακαθήμενός τις παραμυθεῖται λέγων, ὅτι Ἔτι μικρὸν ἀνάμεινον, καὶ ἀπαντήσεται πάντως ἡ μήτηρ· οὕτω καὶ Παῦλος ὁρῶν δυσανασχετοῦντας, ὀδυρομένους, τὴν παρουσίαν ἐπιζητοῦντας τοῦ Χριστοῦ τοὺς τότε πιστεύοντας διὰ τὴν ἀφόρητον τῶν κακῶν ἐπαγωγὴν, παραμυθούμενος ἔλεγεν· Ἔτι μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. ςʹ. Ὅτι μὲν οὖν οἱ μαθηταὶ ἐθλίβοντο, καὶ μυρία ἔπασχον δεινὰ, καὶ καθάπερ ἐν μέσοις ἐπειλημμένοι λύκοις ἄρνες, οὕτω πάντοθεν ἠλαύνοντο, δῆλον ἐκ τούτων· ἵνα δὲ μάθῃς ὅτι καὶ οἱ διδάσκαλοι οὐκ ἐλάττονα τούτων, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα τότε ὑπέμενον (ὅσῳ γὰρ μειζόνως ἐλύπουν τοὺς ἐχθροὺς 51.295 τῆς ἀληθείας, τοσούτῳ καὶ παρὰ πλειόνων ἐβάλλοντο), καὶ ταῦτα παρὰ τοῦ τὰ πρότερα εἰρηκότος ἀκούσωμεν. Κορινθίοις γὰρ γράφων, οὕτως ἔλεγε· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμασθῇ ἡ διακονία ὑμῶν, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις. Εἶδες πόσους ἄθλους ἠρίθμησε, πόσας πειρασμῶν νιφάδας; Πάλιν τοῖς αὐτοῖς ἐπιστέλλων, ∆ιάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ' ἀπὸ κινδύνων ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ