1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

21

τοῦτο; Ἐνενόουν πρὸς ἑαυτοὺς, ὅτι ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ οὐχ οὕτω τὰ πράγματα ᾠκονομήθη, ἀλλὰ τῆς ἀρετῆς τοὺς ἄθλους καὶ τοὺς μισθοὺς εὐθέως ἀπελάμβανον οἱ μετ' ἐπιεικείας καὶ σωφροσύνης προῃρημένοι ζῇν. Οὐ γὰρ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν, οὐδὲ ἐν τῇ μελλούσῃ ζωῇ, ἀλλ' ἐνταῦθα, καὶ κατὰ τὸν παρόντα βίον πᾶσαι αὐτοῖς ἐπληροῦντο αἱ ὑποσχέσεις. Ἐὰν γὰρ ἀγαπήσῃς, φησὶ, Κύριον τὸν Θεόν σου, εὖ σοι ἔσται, καὶ πληθυνεῖ ὁ Θεὸς τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· οὐκ ἔσται ἐν σοὶ ἄγονον, οὐδὲ στεῖρον· οὐκ ἔσται ἐν σοὶ μαλακία, φησὶν, οὐδὲ νόσος. Ἐξαποστελεῖ ὁ Θεὸς τὴν εὐλογίαν αὐτοῦ εἰς τὰ ταμιεῖα τῶν ἀποθηκῶν σου· ἀνοίξει τὸν οὐρανὸν, καὶ δώσει 51.297 σοι ὑετὸν πρώιμον καὶ ὄψιμον. Καταλήψεται ὁ ἀλοητὸς τὸν τρυγητὸν καὶ ὁ τρυγητὸς τὸν σπόρον. Καὶ πολλὰ ἕτερα τοιαῦτα αὐτοῖς ἐπηγγείλατο, ἅπερ ἅπαντα κατὰ τὴν παροῦσαν ζωὴν αὐτοῖς ἀπεδίδοτο. Εἴ τις ὀξύτερος, ἤδη προβλέπει τὴν λύσιν. Ἐπεὶ οὖν σώματος ὑγίεια, καὶ γῆς εὐκληρία, καὶ πολυπαιδία καὶ εὐπαιδία, καὶ λιπαρὸν γῆρας, καὶ ὡρῶν κρᾶσις ἀρίστη, καὶ εὐετηρία, καὶ ὄμβρων εὐκαιρία, καὶ πολλὰ ποίμνια καὶ βουκόλια, καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ κατὰ τὴν παροῦσαν αὐτοῖς ἐπληροῦτο ζωὴν, καὶ οὐδὲν ἐν ἐλπίσιν ἦν, οὐδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· ἀναλογιζόμενοι οὖν ταῦτα οἱ πιστοὶ, ὅτι τοῖς προγόνοις τοῖς ἑαυτῶν παρὰ πόδας ἅπαντα τὰ ἀγαθὰ ἀπήντα, αὐτοῖς δὲ εἰς τὴν μέλλουσαν ζωὴν τὰ ἔπαθλα καὶ οἱ στέφανοι πάντες εἰσὶ τεταμιευμένοι, καὶ ἐν πίστει τὰ τῶν ἐπαγγελιῶν, ἔκαμνον, ἐξελύοντο, τὴν παροῦσαν ζωὴν ἅπασαν διὰ πειρασμῶν ἕλκειν ἀναγκαζόμενοι. Ταῦτα οὖν ἐννοῶν ὁ Παῦλος καὶ τὸ μέγεθος τῶν ἐπηρτημένων αὐτοῖς δεινῶν, καὶ ὅτι τούτοις μὲν τὸν μισθὸν τῶν πόνων μετὰ τὴν ἐντεῦθεν αὐτοῖς ἀποδημίαν ὁ Θεὸς ἐπηγγείλατο, τοὺς δὲ προγόνους αὐτῶν ἐντεῦθεν ἠμείψατο, καὶ συνορῶν πολλὴν ἐκ τῶν λογισμῶν τούτων ἀκηδίαν ἐγγινομένην αὐτοῖς, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ διδάξαι, ὅτι καὶ ἐπὶ τῶν πατέρων τῶν αὐτῶν οὕτω τὰ πράγματα ᾠκονόμητο, καὶ ἐν πίστει πολλοὶ τὸν μισθὸν ἔλαβον, οὐκ ἐν τῇ πείρᾳ, ἀνέμνησεν αὐτοὺς τῆς προφητικῆς ῥήσεως, εἰπών· Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· μονονουχὶ λέγων, ὅτι καὶ ὁ μέγας ∆αβὶδ, ὁ θαυμαστὸς καὶ γενναῖος προφήτης ἐκεῖνος, πίστει τὴν ἀμοιβὴν ἐκομίσατο, οὐχὶ τῇ πείρᾳ· οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, εἶπεν, Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Ἡ γὰρ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις πραγμάτων, οὐ βλεπομένων· ὃ δὲ βλέπει τις, οὐ πάντως καὶ ἐλπίζει. Εἰ τοίνυν ἐπίστευσε, τοῖς ἐλπιζομένοις ἐπίστευσεν. Εἰ δὲ τοῖς ἐλπιζομένοις ἐπίστευσε, τὰ δὲ ἐλπιζόμενα οὐδέπω βλέπεται, οὔπω ἦν ἀπειληφὼς ταῦτα, εἰς ἅπερ ἐπίστευσε· διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τοῦτ' ἔστι, τὴν αὐτὴν πίστιν, τὴν ἐν τῇ Παλαιᾷ, καὶ ἡμεῖς ἔχομεν. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησι, περὶ τῶν τότε ἁγίων λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· εἶτα διδάσκων, ὅτι τὰ δεινὰ μὲν ὑπέμειναν, τοὺς δὲ μισθοὺς οὐδέπω καὶ νῦν ἀπέλαβον, ἐπήγαγε λέγων· Κατὰ τὴν πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Καὶ πῶς εἶδον, εἰπέ μοι, τὰς μηδέπω παρούσας; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς, τοῖς ὑπερβαίνουσι τὸν οὐρανὸν, καὶ τὰ ἐκεῖ κατασκοποῦσιν ἅπαντα. θʹ. Σὺ δέ μοι σκόπει Θεοῦ σοφίαν, πῶς καὶ ἔδειξεν αὐτοῖς τὰ βραβεῖα πόῤῥωθεν, καὶ οὐκ ἔδωκε μὲν εὐθέως, ἵνα μείζονα αὐτῶν ἐργάσηται τὴν ὑπομονήν· ἔδειξε δὲ πόῤῥωθεν, ἵνα ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, μηδὲ αἴσθησιν τῶν παρόντων λάβωσι πόνων. 51.298 Ἀλλὰ τάχα τις τῶν ὀξύτερον προσεχόντων ἑαυτῷ περιπεπτωκέναι τὸν λόγον ἡγήσεται. Εἰ γὰρ οὐδὲ οἱ πρότεροι, φησὶν, ἀπελάμβανον παρὰ πόδας τὰ ἀγαθὰ καὶ