1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

23

ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· διὰ πάντων τούτων δηλῶν, ὅτι κοινῇ πάντας καὶ ὁμοῦ παραγενομένους τῶν οὐρανίων τιμῶν ἀπολαύειν χρή. Τοῦτο καὶ τοῖς φθάσασι πολλὴν φέρει τὴν ἡδονὴν, ὅταν μετὰ τῶν οἰκείων μελῶν τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσωσιν ἀγαθῶν. Καὶ γὰρ πατὴρ τραπέζης μετέχων λαμπρᾶς καὶ πολυτελοῦς, τότε μετὰ πλείονος αὐτῆς ἀπολαύσεται τῆς εὐφροσύνης, ὅταν μετὰ τῶν αὐτοῦ παιδίων μετέχῃ τῆς εὐωχίας καὶ εὐφροσύνης. Οὕτω καὶ Παῦλος καὶ οἱ κατ' ἐκεῖνον ἅπαντες μείζονος αἰσθήσονται τῆς θυμηδίας, ὅταν μετὰ τῶν οἰκείων μελῶν ὄντες ἀπολαύσωσιν αὐτῆς. Οὐ γὰρ τοσαύτην πατέρες περὶ παῖδας ἐπιδείκνυνται φιλοστοργίαν, ὅσην ἐκεῖνοι περὶ τοὺς τὰ αὐτὰ κατωρθωκότας αὐτοῖς ἔχουσι κηδεμονίαν. Ἵν' οὖν καὶ ἡμεῖς τῶν τότε τιμωμένων γενώμεθα, σπουδάζωμεν καταλαβεῖν τοὺς ἁγίους ἐκείνους. Καὶ πῶς δυνησόμεθα, φησὶ, αὐτοὺς καταλαβεῖν; τίς ἡμῖν δείξει τὴν ἐκεῖ φέρουσαν ὁδόν; Αὐτὸς ὁ τῶν ἁγίων ἐκείνων ∆εσπότης, ὃς οὐχ ὅπως αὐτοὺς καταληψώμεθα μόνον διδάσκει, ἀλλὰ καὶ ὅπως ὁμωρόφιοι καὶ σύσκηνοι γενώμεθα πᾶσιν αὐτοῖς· Ποιήσατε γὰρ ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, φησὶν, ἵν' ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Καλῶς εἶπεν, Αἰωνίους. Ἐνταῦθα μὲν γὰρ κἂν λαμπρὰν ἔχῃς οἰκίαν, ἀπολεῖται πάντως φθειρομένη τῷ χρόνῳ· μᾶλλον δὲ καὶ πρὸ τῆς κατὰ τὸν χρόνον φθορᾶς, θάνατος ἐμπεσὼν ἐκβάλλει σε τῆς λαμπρᾶς ταύτης οἰκήσεως· πολλάκις δὲ καὶ πρὸ τοῦ θανάτου πραγμάτων τινῶν δυσκολίαι καὶ συκοφαντῶν ἔφοδοι καὶ ἐπιβουλαὶ ἐκπεσεῖν αὐτῆς παρεσκεύασαν. Ἐκεῖ δὲ οὐδὲν τούτων ἐστὶν ὑποπτεῦσαι, οὐ φθορὰν, οὐ θάνατον, οὐ κατάπτωσιν, οὐ συκοφαντῶν ἐπήρειαν, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀκίνητος καὶ ἀθάνατός ἐστιν ἡ οἴκησις. ∆ιὰ τοῦτο αἰωνίους αὐτὰς ἐκάλεσε. Ποιήσατε ὑμῖν φίλους, φησὶν, ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας. ιαʹ. Ὅρα πόση φιλανθρωπία τοῦ ∆εσπότου, πόση χρηστότης καὶ ἐπιείκεια οὐ γὰρ ἁπλῶς ταύτην τέθεικε τὴν προσθήκην· ἀλλ' ἐπειδὴ πολλοῖς πλουσίοις πλοῦτος συνείλεκται ἐξ ἁρπαγῆς καὶ πλεονεξίας, Κακῶς μὲν, φησὶ, καὶ οὐκ ἐχρῆν σε οὕτω συλλέξαι τὰ χρήματα· πλὴν ἀλλ' ἐπειδὴ συνέλεξας, στῆθι τῆς ἁρπαγῆς καὶ τῆς πλεονεξίας, καὶ χρῆσαι εἰς δέον τοῖς χρήμασιν. Οὐ λέγω, ἵνα ἁρπάζων ἐλεῇς, ἀλλ' ἵνα τῆς πλεονεξίας ἀποστὰς, πρὸς ἐλεημοσύνην καὶ φιλανθρωπίαν ἀποχρήσῃ τῷ πλούτῳ. Εἰ γάρ τις μὴ παύσαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται· ἀλλὰ κἂν μυρία καταβάλῃ χρήματα εἰς τὰς τῶν δεομένων χεῖρας, τὰ ἑτέρων ἁρπάζων καὶ πλεονεκτῶν, τοῖς ἀνδροφόνοις ἐξίσης λελόγισται τῷ Θεῷ. ∆ιὸ χρὴ πλεονεξίας ἀποστάντα πρότερον, οὕτω τοὺς δεομένους 51.300 ἐλεεῖν. Πολλὴ γὰρ τῆς ἐλεημοσύνης ἡ δύναμις, περὶ ἧς καὶ τῇ προτεραίᾳ συνάξει πρὸς ὑμᾶς διελέχθημεν, καὶ νῦν διαλέξομαι. Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας. Καὶ ἐγὼ τοίνυν, ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ παραίνεσιν. Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται καὶ προστάται· οὐ γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις· δίδως ἀργύριον, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· λύεις πενίαν, καὶ καταλλάττεις σεαυτῷ τὸν ∆εσπότην. Ὁρᾷς ὅτι οὐκ ἴση ἡ ἀντίδοσις; Ταῦτα ἐπὶ γῆς, ἐκεῖνα ἐν οὐρανῷ· ταῦτα ἀπόλλυται, ἐκεῖνα διαμένει· ταῦτα φθείρεται, ἐκεῖνα πάσης ἐστὶν ἀνώτερα ἀπωλείας. ∆ιὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ