1

 2

 3

 4

 5

 6

 7

2

Γαλάται; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς, οὐ τοῖς τῆς σαρκός. Εἶδες πῶς οἱ τῆς πίστεως ὀφθαλμοὶ τὰ μὴ φαινόμενα βλέπουσιν; Ἀπὸ τοσούτου γοῦν διαστήματος καὶ μετὰ τοσοῦτον χρόνον τὸν Χριστὸν εἶδον σταυρούμενον. Οὕτω καὶ ὑμεῖς βλέπετε τοὺς νεκροὺς ἀνισταμένους· οὕτω σήμερον εἴδετε τὸν λεπρὸν καθαιρόμενον· οὕτως εἴδετε τὸν παραλελυμένον ἀναστάντα, καὶ μᾶλλον Ἰουδαίων τῶν παρόντων εἴδετε. Ἐκεῖνοι μὲν γὰρ παρόντες οὐ παρεδέξαντο τὸ θαῦμα, ὑμεῖς δὲ ἀπόντες παρεδέξασθε τὴν πίστιν. Ὥστε δικαίως εἶπον πρὸς ὑμᾶς, ὅτι Μακά ριοι ὑμῖν οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Εἰ δὲ καὶ ἑτέ ρωθεν βούλει μαθεῖν ὅτι τὰ μὴ βλεπόμενα βλέπουσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, τὰ δὲ βλεπόμενα παρατρέχου σιν· οὐδὲ γὰρ ἂν ἄλλως ἴδοιεν τὰ μὴ βλεπόμενα, εἰ μὴ καταφρονήσαιεν τῶν εἰρημένων· ἄκουσον τοῦ Παύλου περὶ τοῦ Ἀβραὰμ διαλεγομένου, ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἶδε τὸν υἱὸν τικτόμενον τὸν Ἰσαὰκ, καὶ οὕτω κατεδέξατο τὴν ἐπαγγελίαν.

Τί γάρ φησι; Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον. Μεγάλη τῆς πίστεως ἡ δύναμις. Ὥσπερ γὰρ λογισμοὶ ἀνθρώπων δειλοὶ καὶ ἀσθενεῖς, οὕτω πίστις ἰσχυρὰ καὶ δυνατή. Οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον. Ὁρᾷς πῶς ἀφῆκε τὰ ὁρώμενα; πῶς οὐκ εἶδεν εἰς τὸ γῆρας; Καίτοι γε αὐτὸ πρὸ τῶν ὀφθαλμῶν ἔκειτο· ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἑώρα, οὐ τοῖς τοῦ σώματος. ∆ιὸ οὐκ εἶδε τὸ γῆρας, οὐδὲ τὴν νέκρωσιν Σάῤῥας· οὐ κατενόησε Τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας. Τὴν στείρωσιν ἡμῖν ἐνταῦθα αἰνίττεται. ∆ιπλῆ γὰρ ἡ ἀσθένεια ἦν, ἡ μὲν ἀπὸ τῆς ἡλικίας, ἡ δὲ ἀπὸ τῆς ἀσθενείας φύσεως. Οὐ γὰρ τὸ σῶμα μόνον διὰ τὴν ἡλικίαν ἄχρηστον ἦν πρὸς παιδο γονίαν, ἀλλὰ καὶ αὐτὴ ἡ μήτρα νενέκρωτο, καὶ τὸ τῆς φύσεως ἐργαστήριον, καὶ πρὸ τοῦ γήρως ἄχρηστον ἦν διὰ τὴν στείρωσιν. Εἶδες ὅσα κωλύματα; Τὸ γῆρας τοῦ 56.273 ἀνδρὸς, τὸ γῆρας τῆς γυναικός· ἡ τοῦ γήρως ἀχρηστό τερα στείρωσις· καὶ γὰρ καὶ τοῦτο μάλιστα κώλυμα παιδογονίας. Ἀλλ' ὅμως ταῦτα πάντα παρέδραμεν, καὶ τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἰς τοὺς οὐρανοὺς ἀνέστη, μεγίστην τῶν ἐπηγγελμένων ἀπόδειξιν ἔχων τὴν δύναμιν τοῦ ὑποσχομένου. ∆ιὰ τοῦτο Εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει. Βακτηρία γάρ τίς ἐστιν ἰσχυρὰ ἡ πίστις, καὶ λιμὴν ἀσφαλὴς, τῆς τῶν λογισμῶν ἀπαλλάττουσα πλά νης, καὶ ἐν ἡσυχίᾳ πολλῇ τὴν ψυχὴν ἀναπαύουσα. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι· καὶ γὰρ εἰς αὐτὸ πάλιν ἐπανελθεῖν ἀναγκαῖον τὸ ῥῆμα. Καίτοι ἔβλεπον καὶ οἱ Ἰουδαῖοι τὰ τότε γινόμενα. Ἀλλ' οὐ ταύτην μακαρίζει τὴν ὄψιν τὴν ἔξωθεν· αὕτη γὰρ καθ' ἑαυτὴν οὐχ ὁρᾷ τὰ θαύματα, ἀλλ' ἡ ἔνδον. Ἐκεῖνοι εἶδον τυφλὸν καὶ ἔλεγον· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· καλέσωμεν αὐτοῦ τοὺς γονεῖς. Ἀκούεις ἀμφιβαλλόν των; ὁρᾷς ὅτι οὐκ ἀρκεῖ ἡ τοῦ σώματος ὄψις πρὸς τὴν τοῦ θαύματος θεωρίαν; Οἱ παρόντες καὶ θεώμενοι ἔλε γον· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· ἡμεῖς δὲ οἱ μὴ παρόντες οὐ λέγομεν, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· ἀλλ' Αὐτός ἐστιν. Ἔμαθες ὡς οὐδὲν βλάπτει ἡ ἀπου σία, ὅταν πίστεως ὀφθαλμοὶ ὦσι, καὶ ὡς οὐδὲν ὠφελεῖ ἡ παρουσία, ὅταν πίστεως ὀφθαλμοὶ μὴ ὦσι; Τί γὰρ ἐκείνους ὤνησε τὸ ἰδεῖν; Οὐδέν. Ἡμεῖς γὰρ ἐκείνων σαφέστερον εἴδομεν. Ἐπεὶ οὖν βλέπουσιν οἱ ὀφθαλμοὶ ὑμῶν θεωρίαν, καὶ ἀκούει τὰ ὦτα ἀκρόασιν, ἣν ὁ Χρι στὸς ἐμακάρισε, φέρε ὑμῖν τοὺς μαργαρίτας τῶν Γρα φῶν παραθῶμεν.

Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις οὐκ ἐπέλυσε τὰ ζητήματα ὁ Χριστὸς, ἀλλὰ καὶ ἐπέτεινε τὴν ἀσάφειαν, ἐπειδὴ μὴ προσεῖχον· οὕτω δὴ καὶ ὑμῖν, ἐπειδὴ προσέχετε, τὰ κεκρυμμένα ἄγειν εἰς μέσον χρή. Καὶ γὰρ προσῆλθον οἱ μαθηταὶ καὶ ἐθαύμαζον λέγοντες· ∆ιατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Ὁ δὲ ἔφη, Ἐπειδὴ βλέποντες οὐ βλέπουσιν. Οὐκοῦν ἐπειδὴ μὴ ἰδόν τες ὑμεῖς εἴδετε, ἀναγκαῖον μὴ ἐν παραβολῇ εἰπεῖν πρὸς ὑμᾶς· καὶ ἐπειδὴ Ἀκούοντες οὐκ ἀκούουσιν. Οὐκοῦν ἐπειδὴ ὑμεῖς μὴ ἀκούσαντες τότε, ἀκούετε νῦν οὐκ ἔλαττον, ἢ τότε ἠκούσατε, ἀναγκαῖον ὑμᾶς μὴ