1

 2

 3

 4

 5

 6

 7

4

δʹ. Βούλεσθε καὶ ἑτέρωθεν δείξω πάλιν, ὅτι οὐ τὰ καθ' ἑαυτοὺς μεριμνῶσιν οἱ ἅγιοι, οὐδὲ ὑπὲρ τῶν παρόντων δεδοίκασι μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μετὰ ταῦτα ἐσομέ νων; Προσῆλθον αὐτῷ, φησὶν, οἱ μαθηταὶ ἐπὶ τοῦ ὄρους καθημένῳ, ἄνθρωποι λοιπὸν γεγηρακότες καὶ μετ' ὀλί γον χρόνον μέλλοντες ἀποδημεῖν ἀπὸ τῆς παρούσης ζωῆς. Τί οὖν ἐρωτῶσι; τί ἀγωνιῶσι; τί δεδοίκασι; ὑπὲρ τίνων τὴν πεῦσιν τῷ διδασκάλῳ προσάγουσιν; ἆρα ὑπὲρ τῶν κατὰ τὴν ζωὴν αὐτῶν, ἢ ὑπὲρ τῶν κατὰ τοὺς χρό νους ἐκείνους; Οὐδαμῶς. Ἀλλὰ πάντα ἐκεῖνα παραδρα μόντες τί λέγουσι; Τί τὸ σημεῖον τῆς σῆς παρουσίας 56.275 καὶ τῆς συντελείας τοῦ αἰῶνος; Εἶδες κἀκείνους ὑπὲρ τῆς συντελείας τοῦ αἰῶνος ἐρωτῶντας, καὶ ὑπὲρ τῶν ἐσομένων ἀνθρώπων φροντίζοντας; Οὐ γὰρ τὰ ἑαυτῶν ὁρῶσιν οἱ ἀπόστολοι, ἀλλὰ τὰ τῶν ἄλλων καὶ κοινῇ πάν τες καὶ ἰδίᾳ ἕκαστος. Ὁ οὖν Πέτρος ὁ κορυφαῖος τοῦ χοροῦ, τὸ στόμα τῶν ἀποστόλων ἁπάντων, ἡ κεφαλὴ τῆς φατρίας ἐκείνης, ὁ τῆς οἰκουμένης ἁπάσης προστάτης, ὁ θεμέλιος τῆς Ἐκκλησίας, ὁ θερμὸς ἐραστὴς τοῦ Χρι στοῦ· Πέτρε, γὰρ, φησὶ, φιλεῖς με πλεῖον τούτων; ∆ιὰ τοῦτο λέγω τὰ ἐγκώμια, ἵνα μάθητε ὅτι ὄντως φιλεῖ τὸν Χριστόν· τοῦ γὰρ εἰς τὸν ∆εσπότην φίλτρου ἡ κη δεμονία τῶν δούλων τεκμήριόν ἐστι μέγιστον. Καὶ οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλ' αὐτὸς ὁ φιλούμενος ∆εσπότης· Εἰ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρόβατά μου. Ἴδω μεν οὖν ὄντως εἰ ποιμένος ἔχει προστασίαν, εἰ ὄντως κηδεμονίαν, εἰ ὄντως φιλεῖ τὰ πρόβατα, εἰ ὄντως φιλόστοργός ἐστι περὶ τὴν ποίμνην, ἵνα καταμάθωμεν ὅτι καὶ τὸν ποιμένα φιλεῖ· τοῦτο γὰρ ἐκείνου σημεῖον ἔφησεν εἶναι. Οὗτος τοίνυν ὁ Πέτρος ἅπαντα ῥίψας ὅσα εἶχε, τὸ δίκτυον, τὰ ἐν τῷ πλοίῳ πάντα, καὶ ἀφεὶς τὴν θάλατταν, τὴν τέχνην, τὴν οἰκίαν.

Μὴ γὰρ δὴ τοῦτο ἴδω μεν, ὅτι ὀλίγα ταῦτα, ἀλλ' ὅτι πάντα τὰ ὄντα· καὶ τὴν προθυμίαν ἐπαινέσωμεν. Καὶ γὰρ ἡ τὰ δύο καταβαλοῦσα δηνάρια οὐ πολὺν ὄγκον κατέθηκε χρημάτων, ἀλλὰ πολὺν πλοῦτον ἐπεδείξατο προαιρέσεως, καθάπερ καὶ οὗτος ἐν πολλῇ πενίᾳ μεγάλην εὐπορίαν προθυμίας παρέσχετο. Ὅπερ γὰρ ἑτέρῳ χωρία, καὶ ἀνδράποδα, καὶ οἰκήματα, καὶ χρυσίον, τοῦτο ἐκείνῳ τὸ δίκτυον, καὶ ἡ θάλαττα, καὶ ἡ τέχνη, καὶ τὸ πλοῖον. Μὴ τοίνυν τοῦτο ἴδωμεν, εἰ ὀλίγα ἀφῆκεν, ἀλλ' εἰ μὴ πάντα ἀφῆκε. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, οὐκ ὀλίγα ἢ πολλὰ κατα θεῖναι, ἀλλὰ μηδὲν ἐλάττω τῆς οἰκείας δυνάμεως εἰσ ενεγκεῖν. Πάντα τοίνυν ἀφεὶς, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτὴν τὴν ἀσφάλειαν· καὶ γὰρ τὸν δῆμον τὸν Ἰουδαϊκὸν ἑαυτῷ τούτῳ τῷ τρόπῳ ἐξεπολέμησεν· Ἤδη γὰρ, φησὶ, συνέθεντο Ἰουδαῖοι, ἐάν τις ὁμολογήσῃ αὐτὸν Χριστὸν, ἀποσυν άγωγος γένηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἀμφέβαλλεν, οὐδὲ ἐδεδοίκει περὶ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ σφόδρα ἐπέπειστο, καὶ ἀπ' αὐτῆς τῆς τῶν πραγμάτων ἀποδεί ξεως, καὶ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως ἀπὸ τῆς τοῦ Σωτῆρος φωνῆς, ὅτι κληρονομήσει πάντως αὐτήν. Εἰπὼν γὰρ, ὅτι Ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἡμῖν ἔσται; ἀπεκρίθη αὐτοῖς ὁ Χρι στὸς, ὅτι Καθήσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Ταῦτα δὲ κατεσκεύασα, ἵνα ὅταν δείξω αὐτὸν ἀγωνιῶντα ὑπὲρ τῶν συνδούλων, μὴ εἴπῃς ὅτι ὑπὲρ ἑαυτοῦ ἐδεδοίκει. Πῶς γὰρ ἂν ἔδεισεν, αὐτοῦ τοῦ μέλλοντος αὐτὸν στεφανοῦν ἀποφηναμένου ὑπὲρ τοῦ στεφάνου καὶ τῶν βραβείων; Οὗτος τοίνυν ὁ Πέτρος, ὁ πάντα ἀφεὶς, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας τῶν οὐρανῶν, προσελθόντος ποτὲ πλουσίου τινὸς, καὶ εἰπόντος τῷ Χριστῷ, Τί ποιήσω ἵνα κληρο νομήσω ζωὴν αἰώνιον; καὶ τοῦ Χριστοῦ πρὸς αὐτὸν ἀποκριναμένου, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώ λησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· εἶτα πρὸς τοῦτο λυπηθέντος ἐκείνου, καὶ λέγοντος τοῖς μαθηταῖς τοῦ Χριστοῦ, Ὁρᾶτε πῶς δυσκόλως εἰσέρχονται οἱ πλούσιοι εἰς τὴν βα σιλείαν τῶν οὐρανῶν· ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος