1

 2

 3

 4

 5

 6

 7

5

ῥαφίδος 56.276 εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ὁ Πέτρος, ὁ ἀκτήμων, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας, ὁ ὑπὲρ τῆς ἑαυτοῦ μὴ δεδοικὼς σωτηρίας, ὁ πεπεισμένος σαφῶς περὶ τῆς ἐκεῖ αὐτῷ ἀποκειμένης τιμῆς, ἀκούσας ταῦτα ἔλεγε· Τίς δύναται σωθῆναι; Τί δέδοικας, ὦ μακάριε Πέτρε; τί ἀγωνιᾷς; τί τρέμεις; Πάντα ἔῤῥι ψας, πάντα ἀφῆκας· περὶ τῶν πλουτούντων ὁ λόγος, ἐκείνων κατηγορία τὸ λεγόμενον· σὺ δὲ ἐν πενίᾳ καὶ ἀκτημοσύνῃ διατελεῖς ζῶν. Ἀλλ' οὐ τὸ ἐμαυτοῦ σκοπῶ, φησὶν, ἀλλὰ καὶ τὸ ἑτέρων συμφέρον ζητῶ. ∆ιὰ τοῦτο ὑπὲρ τῶν καθ' ἑαυτὸν θαῤῥῶν, ὑπὲρ τῶν ἄλλων τὴν πεῦσιν προσήγαγε λέγων, Τίς δύναται σωθῆναι;

εʹ. Εἶδες τῶν ἀποστόλων τὴν κηδεμονίαν; πῶς ἓν σῶμά εἰσιν; εἶδες πῶς καὶ

ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν μελλόντων ἐδεδοίκει ὁ Πέτρος; Οὕτω καὶ ὁ Παῦλος. ∆ιὸ ἔλεγε· Γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστή σονται καιροὶ χαλεποί. Καὶ ἀλλαχοῦ δὲ τοῦτο ποιεῖ πάλιν.

Ἐπειδὴ γὰρ ἔμελλε λοιπὸν ἀφίστασθαι τῆς Ἀσίας, καὶ ἐπὶ τὴν Ῥώμην ἄγεσθαι, καὶ ἐκεῖθεν ἐπὶ τὸν οὐρα νὸν ἀποδημεῖν· ὁ θάνατος γὰρ τῶν ἁγίων οὐκ ἔστι θά νατος, ἀλλὰ μετάστασις ἀπὸ γῆς εἰς οὐρανὸν, ἀπὸ τῶν ἐλαττόνων εἰς τὰ βελτίω, ἀπὸ τῶν συνδούλων ἐπὶ τὸν ∆εσπότην, ἀπὸ τῶν ἀνθρώπων πρὸς τοὺς ἀγγέλους· ἐπεὶ οὖν ἔμελλεν ἀπιέναι πρὸς τὸν τῶν ἁπάντων ∆εσπότην Θεὸν, καὶ τὰ καθ' ἑαυτὸν πάντα καλῶς ᾠκονόμησε. Καὶ γὰρ τὸν χρόνον, ὃν συνῆν τοῖς μαθηταῖς, μετὰ πάσης ἀκριβείας τὴν διδασκαλίαν αὐτοῖς παρέθετο, καὶ λέγει· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων, καὶ οὐδὲν ἐνέλιπον, φησὶ, τῶν ὀφειλόντων εἰσενεχθῆναι πρὸς σω τηρίαν. Τί οὖν; ἐπειδὴ τὰ καθ' ἑαυτὸν ἠσφαλίσατο, ἐπειδὴ ἐγκαλεῖσθαι οὐκ ἤμελλεν ἀπὸ τοῦ ∆εσπότου ὑπὲρ τῶν κατ' αὐτὸν χρόνων, ἆρα ἠμέλησε τῶν μετὰ ταῦτα ψυχῶν; Οὐδαμῶς· ἀλλ' ὥσπερ μέλλων καὶ ἐκείνων εὐ θύνας ὑπέχειν, οὕτως κἀκεῖνα μετὰ πάσης αὐτοῖς λέγει τῆς ἀκριβείας, καὶ αὐτὰ ἃ πάλιν ἀναγνώσωμεν τὰ ῥή ματα· Προσέχετε, φησὶν, ἑαυτοῖς καὶ παντὶ τῷ ποι μνίῳ. Εἶδες πῶς ἦν συνδεδεμένος αὐτῶν τῇ φροντίδι; Ἡμῶν μὲν γὰρ ἕκαστος τὰ καθ' ἑαυτὸν μεριμνᾷ, ὁ δὲ προεστὼς τὰ πάντων. ∆ιό φησι περὶ τῶν διδασκάλων· Οἵτινες ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Φοβερὸν ὄντως τὸ κρυπτήριον ὑπὲρ τοσούτου δήμου τὰς εὐθύνας ὑπέχειν· ἀλλ', ὅπερ ἔλεγον, καλέσας αὐτούς φησι· Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Τί γέγονεν; τίνος ἕνεκεν παραινεῖς; μή τι προορᾷς δεινόν; μή τι προβλέ πεις χαλεπόν; μή τις κίνδυνος, μή τις συμφορὰ, μή τις πόλεμος; Εἰπέ· καὶ γὰρ ὑψηλότερος ἡμῶν ἕστηκας· καὶ οὐ τὰ παρόντα βλέπεις μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα προ ορᾷς. Εἰπὲ τοίνυν τίνος ἕνεκεν παραγγέλλεις ταῦτα καὶ παραινεῖς. Οἶδα, φησὶν, ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσ ελεύσονται λύκοι βαρεῖς εἰς τὸ ποίμνιον.

Εἶδες ὅπερ ἔλεγον, πῶς οὐχ ὑπὲρ τῶν καθ' ἑαυτὸν χρόνων ἀγωνιᾷ καὶ δέδοικε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μετὰ τὴν ἄφιξιν αὐτοῦ; Εἰσελεύσονται γὰρ λύκοι, φησί· καὶ οὐχ ἁπλῶς, λύκοι, ἀλλὰ, Λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου. ∆ι πλοῦς ὁ πόλεμος· ἀπουσία Παύλου, καὶ ἔφοδος τῶν λύ κων· οὐδὲ ὁ διδάσκαλος πάρεστιν, καὶ οἱ διαφθείροντες ἐπι κείσονται. Καὶ σκόπει κακουργίαν θηρίων, καὶ πονηρῶν 56.277 ἀνθρώπων ἐπίνοιαν· τὴν ἀπουσίαν παρετηρήσαντο τοῦ διδασκάλου, καὶ τότε ἐπέθεντο τῷ ποιμνίῳ. Τί οὖν; ἀπροστατεύτους ἡμᾶς ἐᾷς, καὶ προλέγεις τὰ δεινὰ μό νον, οὐδεμίαν δὲ ἐπινοεῖς παραμυθίαν; Ἀλλὰ ἂν τοῦτο ποιῇς, μᾶλλον αὔξεις τὴν δειλίαν, καὶ καταβάλλεις τὰ φρονήματα, καὶ ἐκλύεις τὰ νεῦρα, παραλύεις τὰς χεῖρας τῶν ἀκουόντων. ∆ιά τοι τοῦτο πρότερον αὐτοὺς τοῦ Πνεύματος ἀνέμνησεν· Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ποιμένας καὶ ἐπισκόπους. Κἂν Παῦλος ἀπίῃ, φησὶν, ἀλλ' ὁ Παράκλητος πάρεστιν. Εἶδες πῶς ἐπτέρωσεν αὐτῶν τὴν ψυχὴν, ἀναμνήσας τοῦ διδασκάλου τοῦ θείου, δι' ὃν καὶ αὐτὸς παρὼν ἴσχυε; Τίνος