1

 2

 3

 4

 5

 6

 7

6

οὖν ἕνεκεν εἰς φόβον ἐνέβαλεν; Ἵνα ἐκβάλῃ πάλιν τὴν ῥᾳθυ μίαν. Ἑκάτερα γὰρ δεῖ ποιεῖν τὸν συμβουλεύοντα, μήτε ἀφιέναι θαῤῥεῖν τὸν ἀκούοντα, ἵνα μὴ ῥᾳθυμότερος γέ νηται· μήτε φοβεῖν πάλιν μόνον, ἵνα μὴ εἰς δειλίαν ἐμ πέσῃ. Ἀναμνήσας μὲν οὖν τοῦ Πνεύματος, ἐξέβαλε τὴν δειλίαν· εἰπὼν δὲ τοὺς λύκους, ἐξέβαλε τὴν ῥᾳθυμίαν. Λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Προσ έχετε ἑαυτοῖς. Οὐδὲν ὑπεστειλάμην, φησί· μνημο νεύετέ μου. Ἱκανὸν γὰρ ὄντως εἰς τὸ θαῤῥεῖν τὸ μεμνῆ σθαι Παύλου. Οὐχ ἁπλῶς δὲ λέγει τὴν μνήμην τὴν ἑαυτοῦ, ἀλλὰ τὴν μνήμην τῶν κατορθωμάτων. Ὅτι γὰρ οὐχ ἁπλῶς λέγει τὴν μνήμην τὴν αὐτοῦ, ἀλλ' ἵνα μεμνημένοι ζηλώσωσιν, ἀκούσοντι ἐπήγαγεν· Μνημονεύετέ μου, ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐ διέλειπον μετὰ δακρύων καὶ τῶν ὀδυρμῶν ἐκείνων ἁπάντων, νου θετῶν ἕνα ἕκαστον ὑμῶν. Οὐχ ἁπλῶς ὑμᾶς βούλομαι μεμνῆσθαί μου, ἀλλὰ καὶ τοῦ χρόνου καὶ τῆς νουθεσίας, καὶ τῆς σπουδῆς καὶ τῶν δακρύων, καὶ τῶν ὀδυρμῶν ἐκείνων ἁπάντων.

Καθάπερ γὰρ ἐπὶ τῶν καμνόντων οἱ προσήκοντες, ἐπειδὰν πολλοὺς καὶ μακροὺς ἀποτείναντες λόγους μὴ πεισθῶσι τὰ τῶν ἀῤῥωστούντων προέσθαι σιτία καὶ φάρμακα, δακρύουσιν, ὥστε αὐτοὺς ἐπικάμψαι μᾶλλον· οὕτω καὶ Παῦλος ἐπὶ τῶν μαθητῶν ἐποίει· ἡνίκα ἂν εἶδεν ἀσθενοῦντα τὸν λόγον τῆς διδασκαλίας, τὴν θεραπείαν τὴν ἀπὸ τῶν δακρύων εἰσέφερε.

ςʹ. Τίς δὲ οὐκ ἂν ᾐδέσθη Παῦλον δακρύοντα καὶ ὀδυρό μενον ὁρῶν, εἰ καὶ

τῶν λίθων ἀναισθητότερος ἦν; Εἶδες πῶς κἀκεῖ προεῖπε τὰ μέλλοντα; Καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχά ταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Τίνος δὲ ἕνεκεν Τιμοθέῳ λέγει, καὶ οὐ λέγει· Ἰδέτωσαν δὲ οἱ μετὰ ταῦτα μέλλοντες γίνεσθαι, ὅτι ἐνστήσονται καιροὶ χαλε ποί; Ἀλλὰ γίνωσκε σὺ, ἵνα μάθῃς ὅτι καὶ ὁ μαθητὴς ὁμοίως τῷ διδασκάλῳ τῶν ἐσομένων κήδεται. Οὐδὲ γὰρ εἰ μὴ ἐκήδετο, παραπλησίως ἐκείνῳ τὴν φροντίδα ἐνέθηκεν ἄν. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ· ἐπειδὴ γὰρ προσῆλθον οἱ μαθηταὶ, τὰ περὶ τῆς συντελείας μαθεῖν θέλοντες, φησὶ πρὸς αὐτούς· Μελλήσετε δὲ ἀκούειν πολέμους. Καὶ μὴν οὐκ ἐκεῖνοι ἔμελλον ἀκούειν. Ἓν γάρ ἐστι τὸ σῶμα τῶν πιστῶν. Καὶ καθάπερ οἱ τότε ὄντες περὶ τῶν ὑστέρων ἀκούουσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ τῶν τότε γενομένων μανθάνομεν. Ὅπερ γὰρ εἶπον, σῶμα ἕν ἐσμεν ἡμεῖς κἀκεῖνοι, μετὰ ἀκριβείας ἀλλήλοις συνδεδεμένοι, εἰ καὶ τὴν ἐσχάτην τῶν μελῶν ἐπέχομεν τάξιν· καὶ τὸ σῶμα τοῦτο οὐ χρόνος διίστησιν, οὐ τόπος· συνδεδέμεθα γὰρ ἀλλήλοις, οὐ νεύρων περιβολαῖς, ἀλλ' ἀγάπης δεσμοῖς περιβεβλημένοι πάντοθεν. ∆ιὰ τοῦτο καὶ ἐκείνοις περὶ ἡμῶν διαλέγεται, καὶ ἡμεῖς τὰ ἐκείνων ἀκούσωμεν. Ἄξιον δὲ ζητῆσαι κἀκεῖνο, τί δήποτε 56.278 πανταχοῦ τὰ σκυθρωπὰ πρὸς τὰ τέλη τῆς παρούσης ζωῆς συνωθῆσθαί φησι.

Καὶ γὰρ ἀλλαχοῦ λέγει· Ἐν ἐσχάταις ἡμέραις ἀποστήσονταί τινες τῆς πίστεως· καὶ ἐνταῦθα πάλιν λέγει· Ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Καὶ ὁ Χριστὸς σύμφωνα τούτοις προαναφωνῶν ἔλεγεν· Ἐπὶ γὰρ τῆς συντελείας μελλήσετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων, καὶ λιμοὺς καὶ λοιμούς. Τίνος οὖν ἕνεκεν ἐν τῇ συντελείᾳ τὸ μέγεθος καὶ ἡ σύνοδος τῶν συμφορῶν; Τινὲς μέν φασιν, ὅτι κάμνουσα ἡ κτίσις καὶ ἀσθενοῦσα, καθάπερ σῶμα γεγηρακὸς πολλὰ ἐπισπᾶται τὰ νοσήματα, οὕτω καὶ αὐτὴ γηρῶσα πολλὰς ἐπισπᾶται τὰς συμφοράς. Ἀλλὰ τὸ μὲν σῶμα κατὰ φύσεως ἀσθένειαν καὶ νόμον ἐπὶ τὸ γῆρας ἔρχεται· οἱ δὲ λοιμοὶ καὶ οἱ πόλεμοι καὶ οἱ σεισμοὶ οὐ διὰ τὸ γῆρας τῆς κτίσεώς εἰσιν. Οὐδὲ γὰρ ἐπειδὴ τὰ κτίσματα ταῦτα γηρᾷ, διὰ τοῦτο τὰ νοσήματα ταῦτα· Λιμοὶ γὰρ, καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους· ἀλλ' ἐπειδὴ τῶν ἀνθρώπων ἡ γνώμη διαφθείρεσθαι μέλλει· ἁμαρτιῶν γάρ ἐστιν ἅπαντα ταῦτα κολαστήρια, καὶ νοσημάτων ἀνθρωπίνων φάρμακα. Καὶ γὰρ τὰ νοσήματα τὰ ἀνθρώπινα τότε ἐπιτείνεται. Καὶ τίνος ἕνεκεν