1

 2

 3

 4

 5

 6

 7

7

τότε ἐπιτείνεται; φησίν. Ἐμοὶ δοκεῖ, ὅτι ἐπειδὴ χρονίζει τὸ δικαστήριον, καὶ μέλλουσιν αἱ εὐθῦναι, καὶ οὔπω παραγέγονεν ὁ κριτὴς, ῥᾳθυμότεροι γίνονται οἱ μέλλοντες λόγον ὑπέχειν.

Ὅπερ οὖν καὶ περὶ τοῦ πονηροῦ οἰκέτου φησὶν ὁ Χριστὸς, ὅτι ἐκεῖθεν γέγονε ῥᾳθυμότερος. Χρονίζει γὰρ ὁ Κύριός μου, φησὶν ὁ οἰκέτης, καὶ διὰ τοῦτο τοὺς συνδούλους ἔτυπτε, καὶ τὴν δεσποτικὴν διετάραττεν οὐσίαν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς συνελθοῦσι καὶ βουλομένοις μαθεῖν τὴν ἡμέραν τῆς συντελείας, οὐκ ἔλεγε, τῇ ἀδηλίᾳ τῶν μελλόντων ἐναγωνίους ἡμᾶς ποιῶν διηνεκῶς, ἵνα ἕκαστος ἀεὶ προσδοκῶν τὸ μέλλον, καὶ ἐν ἐλπίσιν ὢν τῆς τοῦ Χριστοῦ παρουσίας, σπουδαιότερος ᾖ. ∆ιὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ ἀναβάλλου ἐπιστρέψαι ἐπὶ Κύριον, μηδὲ ἀνάμενε ἡμέραν ἐξ ἡμέρας, μήποτε ὡς μέλλεις ἐκτριβῇς. Ἄδηλός ἐστιν ἡ τελευτὴ, φησὶ, καὶ διὰ τοῦτο ἄδηλος, ἵνα ἀεὶ σπουδάζῃς. ∆ιὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα Κυρίου ἔρχεται· οὐχ ἵνα κλέψῃ, ἀλλ' ἵνα ἡμᾶς ἀσφαλεστέρους ποιήσῃ. Ὁ γὰρ τὸν κλέπτην προορῶν, ἐν ἀγρυπνίᾳ διάγει, καὶ λύχνον ἅψας διὰ παντὸς ἐγρήγορεν. Οὕτως οὖν καὶ ὑμεῖς ἅψαντες τὸ φῶς τῆς πίστεως καὶ τῆς ὀρθῆς πολιτείας, φαιδρὰς ἔχετε τὰς λαμπάδας ἐν ἀγρυπνίᾳ διηνεκεῖ. Ἐπειδὴ γὰρ οὐκ οἴδαμεν πότε ὁ νυμφίος ἔρχεται, δεῖ παρεσκευασμένους εἶναι διὰ παντὸς, ἵν' ὅταν ἔλθῃ, νήφοντας εὕρῃ.

ζʹ. Ἐβουλόμην ἐκτεῖναι τὸν λόγον· ἀλλὰ καὶ ταῦτα μόλις ἀφῆκεν εἰπεῖν ἡ τοῦ

σώματος ἀσθένεια, δι' ἣν τὸν μακρὸν τοῦτον ὑμῶν διεσπάσθην χρόνον. Μακρὸς γὰρ ὁ χρόνος ἐμοὶ, οὐ τῷ ἀριθμῷ τῶν ἡμερῶν, ἀλλὰ τῷ μέτρῳ καὶ τῇ διαθέσει τῆς ψυχῆς. Τοῖς γὰρ φιλοῦσι καὶ ὁ βραχὺς χρόνος τοῦ χωρισμοῦ πολὺς καὶ ἄφατος φαίνεται. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος μικρὸν ἀποστὰς Θεσσαλονικέων, ἔλεγεν· Ἡμεῖς, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν. Εἰ δὲ Παῦλος ὁ πάντων μάλιστα φιλοσοφεῖν εἰδὼς, οὐκ ἤνεγκεν πρὸς καιρὸν ὥρας, πῶς ἡμεῖς τοσαύτας οἴσομεν ἡμέρας; Ἀλλ' ἐκεῖνος μὲν μηκέτι στέγων, τὰ λείψανα τῆς ἀῤῥωστίας ἔχων, ἔδραμον πρὸς ὑμᾶς, μέγιστον φάρμακον ἡγούμενος ἐπιθήσειν τῆς ὑμετέρας ἀγάπης τὴν 56.279 συντυχίαν.

Ἐμοὶ γὰρ καὶ ἰατρῶν χειρῶν χρησιμώτερον, καὶ πάσης τῆς ἐκεῖθεν παραμυθίας λυσιτελέστερον, τὸ τῆς ὑμετέρας ἀπολαύειν ἀγάπης· ἧς γένοιτο διηνεκῶς ἐντρυφᾷν, εὐχαῖς καὶ πρεσβείαις πάντων τῶν ἁγίων, εἰς 56.280 δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.