1

 2

 3

 4

2

στρατόπεδον τῶν ἐναγῶν δαιμόνων ἐξώπλισε· πάντας ἡμᾶς τῇ διστόμῳ ῥομφαίᾳ τῆς ἁμαρ τίας κατασφάξας, εἰς ᾅδην κατηκόντισε.

∆ιὰ τοῦτο οἶκτον παρὰ σοῦ αἰτοῦμεν· ὁ πᾶς ἁγίων χορὸς πρὸς σὲ ἀνεφθέγγετο λέγων· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; καὶ ποῦ ἡ σὴ ἐπαγγελία ἡ λέγουσα· Ἰδοὺ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν; ἢ ποῦ ἡ πρόῤῥησις τῶν ἁγίων Πατέρων ἡ λέγουσα, Ἰδοὺ ἐξέρχεται Κύριος, καὶ συντρίψει πόλεμον; Συντριβέντος δὲ τοῦ πολέ μου, εἰρήνην καὶ βοήθειαν ἐξεδεχόμεθα· καὶ ἐλθὼν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Προφήτας προαπέστειλας, πατριάρχας προέπεμψας, ὅπλοις δικαιοσύνης αὐτοὺς ἐθώρηξας πρὸς τὸ ἀντιστῆ 62.741 ναι τῇ μάχῃ τοῦ διαβόλου, καὶ συντρίψαντας τὸν πόλεμον εἰρήνην τῷ κόσμῳ βραβεῦσαι, ὡς εἷς αὐτῶν εὐχαριστῶν ἔλεγεν· Εὐλογητὸς Κύριος ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· καὶ οὗτοι ἡττηθέντες νῶτα δεδώκασι, πρὸς σὲ βοῶν τες, σὲ καλοῦντες βοηθὸν, λέγοντες· Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι· καὶ κλίνας οὐρανοὺς, καὶ καταβὰς ἐπὶ τὸ σῶσαι τὸ γένος τῶν ἀνθρώπων ἐν εἰρήνῃ, λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μά χαιραν;

Τί δὲ μακαρίζεις τοὺς εἰρηνοποιοὺς, ὅτι υἱοὶ Θεοῦ κληθήσονται; Τί οὖν ὁ διδάσκων ἄλλους εἰρηνο ποιεῖν, τί λέγεις περὶ σεαυτοῦ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; ∆ιὰ τὰ ἁμαρτήματα ἡμῶν ἐχθρὸς ἡμῶν γέγονεν ὁ Κύριος· μεσίτου ἐδεόμεθα τοῦ λύοντος μὲν τὴν μεταξὺ ἡμῶν ἔχθραν, εἰρήνην δὲ γλυ κεῖαν βραβεύοντος. Καὶ ὁ πατὴρ ἡμῶν Ἰὼβ περὶ τοῦ μεσίτου ηὔχετο λέγων· Εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων· καὶ ἐλθὼν μεσιτεῦσαι καὶ λῦσαι τὴν ἔχθραν, τὰ ἐναντία λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Καὶ ἐν τίνι λοιπὸν τὴν ἐλπίδα τῆς εἰρήνης ἐκδεξόμεθα; Ἀλλὰ ναὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τὴν ὑφ' ὑμετέροις ποσὶ πατουμένην. Ἐπει δήπερ ὁ διάβολος ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις ἀκάνθας καὶ τριβόλους ἐνέσπειρεν ἁμαρτιῶν, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τὴν τῶν ἀκανθῶν ἀνάλωσιν. ∆ιὰ τοῦτο πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ θέλω, εἰ ἤδη ἀνήφθη, καθαρίσαι τὴν ἐμὴν γῆν.

∆εῖ με τὰ τοῦ διαβόλου πικροφόρα καὶ βλαβοποιὰ βλαστήματα πυρὶ ἐξανα λῶσαι, ἵνα καθαρᾷ τῇ ψυχῇ τὸν οὐράνιον σπόρον ἐνράνω. ∆ιὰ τοῦτο πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πλάσας ἐξ ἀρχῆς τὸν ἄνθρωπον ἐκ γῆς, σπινθῆρα θεῖον πυρὸς ἐν μέσῃ αὐτοῦ τῇ καρδίᾳ ᾤκισα, πρὸς τὸ διὰ πυρὸς ἔχε σθαι αὐτὸν τῆς πρὸς Θεὸν ἀγάπης. Ἐπεὶ οὖν τοῦτον τὸν θεῖον σπινθῆρα τοῦ πυρὸς καὶ ταύτην τὴν θέρμην ἐκβαλεῖν ἦν ἀδύνατον, ἵνα καλλιφερὲς ἔχωσι τὴν τοῦ ἁγίου Πνεύματος ἔξαψιν (κρυμῷ γὰρ ἀσεβείας τὰς τῶν ἀνθρώπων ψυχὰς ἐνέκρωσεν ὁ διάβολος), δεῖ με πῦρ βαλεῖν ἐπὶ τὴν γῆν· ἵνα ἐκλύσας καὶ χαυνώσας τὸν ἐκ τοῦ διαβόλου ἐπιγεγενημένον ταῖς ψυχαῖς χειμῶνα τῆς ἀπιστίας, εὔδιον καὶ γαληνιῶσαν τὴν φρένα καταστήσας, ἀναθάλλειν καὶ χλοηφορεῖν αὐτὴν ποιήσω.

Εἰσέρχεται οὖν εἰς τὴν μάνδραν αὐτοῦ, καλύπτων τὸν ποιμένα ἐν τῷ ἀρνίῳ τοῦ σώματος, οὐ βακτηρίαν ἐπιφερόμενος, οὐ ῥάβδον ἀπειλοῦσαν τὴν προτέραν πλά νην, ἵνα μὴ δειλιᾶσαν καὶ πτοηθὲν τὸ πρόβατον πάλιν ἀποδράσῃ τοῦ ἰδίου ποιμένος. Ἀλλ' εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου, οὐχ ὡς Θεὸς, οὐχ ὡς βασιλεὺς, οὐχ ὡς ἥλιος δικαιοσύνης, ἀλλ' ὡς ἄνθρωπος πρὸς ἄν θρωπον, ὡς ἀρνίον πρὸς ἀρνίον, συνδιαιτᾶται αὐτῷ, συννέμεται, συγχλοάζεται, εἰσέρχεται, συναναπίπτει τῷ ἤδη πεπτωκότι ὑπὸ τὴν ἁμαρτίαν, ἵνα ἐν τῷ συν αναπεσεῖν, τὸν ἤδη πεπτωκότα ἑαυτῷ συνεγείρῃ. Καὶ εἰσελθὼν οὐκ ἐβαπτίσθη κατὰ τὸ ἦθος τῶν Φαρισαίων. Τοῦτο δὲ ἐποίει κατὰ δύο τρόπους, ἵνα δώσῃ τῷ προ βάτῳ ἀφορμὴν λαλεῖν πρὸς τὸν ποιμένα,