1

 2

 3

 4

3

ἔτι δὲ καὶ δόγμα Ἰουδαϊκὸν καταλῦσαι, καὶ βεβαιῶσαι πνευμα τικόν· Εἶδε γὰρ, φησὶν, ὁ Φαρισαῖος, καὶ ἐθαύμα σεν, ὅτι οὐ πρότερον ἐβαπτίσθη. Ἐθαύμασεν, οὐκ ἐπαινῶν τὸν διδάσκαλον, ἀλλ' ἀπορῶν τὸ γινόμενον· οὐκ ἐπαινῶν, ἀλλὰ κρίνων. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθούμενον.

Τοῦτο δὲ ἔφασκεν ὁ Φαρισαῖος, μὴ θεωρῶν τοῖς κρυπτοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν ἔνδοθεν τῶν ἀγγέλων ταξίαρχον καὶ τῶν 62.742 Σεραφὶμ καὶ Χερουβίμ. Εἰ γὰρ ἐθεάσατο τοῦτον, προσ έπεσεν ἂν αὐτοῦ τοῖς γόνασι, καὶ τοῖς δάκρυσιν αὐτοῦ ἔπλυνε τοὺς πόδας, καὶ ἔλεγεν· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ἔλεγε γὰρ ἄν· Σὺ εἶ ὁ ἐξ οὐκ ὄντων τὰ πάντα εἰς τὸ εἶναι παραγαγών· τῷ σῷ λόγῳ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματός σου πᾶσα ἡ δύναμις αὐτῶν· συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης· σὺ τιθεῖς ἐν τοῖς θησαυροῖς ἀβύσσους· ἀπὸ σοῦ φοβεῖται πᾶσα ἡ γῆ· ἀπὸ σοῦ σαλεύεται ἡ σύμπασα οἰκουμένη. Ἀλλ' οὐδὲν τούτων οὔτε ἐννοήσας, οὔτε εἰρηκὼς, ἔκρινε τὸν διδάσκαλον.

Ὁ δὲ Κύριος πρόφασιν δεδωκὼς, ὥσπερ κἀκείνῃ τῇ Σαμαρείτιδι ἐν τοῦ αἰτῆσαι αὐτὸν παρ' αὐτῆς ὕδωρ, ἔδωκεν αὐτῇ καιρὸν τοῦ αἰτῆσαι παρ' αὐτοῦ τὸ αἰώνιον ὕδωρ· ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸ χειραγωγεῖν. Ἄρτι γὰρ, ὑμεῖς Φαρισαῖοι, τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε τὸ δὲ ἔσωθεν γέμει ἁρπαγῆς καὶ δόλου. Τουτέστιν, Ὑμεῖς νῦν τὸ σῶμα καλλωπίζετε, τὰς δὲ ψυχὰς κακίζετε. Πῶς δὲ καὶ τέρψει χρυσοῦν ἐὰν ᾖ τὸ ποτήριον, ὅταν ἔνδοθεν ἔχῃ θανατηφόρον πότον; Οὐχὶ τοιαῦται αἱ πόρναι; τὰς ὄψεις ἑαυτῶν τοῖς χρώμασιν ἀνθίζουσαι, τὰς ψυχὰς ἀφανίζουσιν. Ἢ γὰρ οὐχὶ τὰς ὄψεις ἑαυτῶν τῷ φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς διαδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται, δέον αὐτὰς τῷ αἵματι Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, καὶ τῷ πνεύματι τὰς ψυχὰς ἐκλευκαίνειν, ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον, καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ; Νῦν δὲ τὰς ὄψεις αὐτῶν ἐκσπογγίζουσιν, ἵνα τὰς τῶν νέων καρδίας εἰς μανίαν ἑλκύσωσι. Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. Ὁ Ἰωάννης ἔλεγε· ∆ιὰ τί τὸ μὲν σῶμα ὕδατι λούετε, τὰ δὲ πταίσματα τῷ πνεύματι οὐ λούετε;

Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητὲ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ καὶ τὸ πνεῦμα, ἐὰν μὴ ἔχῃ συνεργὸν καὶ σύνδρομον τὴν ἐλεημοσύνην. Ὥσπερ δὲ ποτήριον ἔξωθεν καὶ ἔνδοθεν πλυθὲν, μὴ ἔχον δὲ ποτὸν οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον πλυθὲν ἔσωθεν καὶ ἔξωθεν οὐ θρέψει τὸν πεινῶντα, ἐὰν μὴ ἔχῃ ἔνδοθεν βρώματα· οὕτω καὶ ἄνθρωπος, κἂν ἔσωθεν ᾖ πεπλυμμένος καὶ ἔξωθεν, οὐ θρέψει τὸν Κύριον, ἐὰν μὴ θρέψῃ τὸν σύνδουλον. ∆ιὸ ἐπιφέρει ὁ Κύριος καὶ λέγει· Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ τὰ πάντα καθαρὰ ὑμῖν ἔσται. Πλὴν τὰ ἐνόντα, λέγει. Οὐ γὰρ τοσοῦτον τῇ τῶν πολυχρύσων προσκομιδῇ τέρπεται, ὅσον τῇ τῶν ἀδόλων ἀνυποκρίτῳ προσφορᾷ. Μὴ βοήσῃς οὖν ὁ πένης, ὅτι οὐκ ἔχεις χρυσοῦ καὶ ἀργύρου τόσας· ῥῖψον εἰς τὸ γαζοφυλάκιον ὃ ἔχεις· καὶ δύο λεπτὰ δικαιοῖ· μνήσθητι τῆς χήρας ἐκείνης, ὅτι ἐδικαιώθη ὑπὲρ τοὺς πολυχρύσους.

Ὁ Θεὸς οὐ χρήματα οἶδε σταθμίζειν, ἀλλὰ συνείδησιν δοκιμάζει. Ἐλεημοσύνη σπίλους μοιχῶν ἀποσμήχει, καὶ μισθοὺς ἀγαθοὺς θησαυρίζει· ἐλεημοσύνη τὰς ψυχὰς ἐκλευκαίνει, καὶ τὰς τρυφερὰς ἐξυφαίνει. Ὢ ἐλεημοσύνη ψυχῶν ζωτικὴ, χορηγία ψυχῆς, καλὴ στρατηγία. Ῥίψατε χρυσὸν, καὶ λάβετε Χριστόν· δότε ἀργύριον, καὶ λάβετε τὸ Πνεῦμα τὸ ἅγιον· σκορπίσατε χαλκὸν, καὶ συνεξελεύσεται αὐτῷ ὁ ἰὸς τῆς ἁμαρτίας· δροσίσατε τὸν ἔλεον, καὶ σβέσατε τὴν κάμινον· καὶ δότε ἱμάτια, ἵνα