1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

9

ταύτην ἀνασπάσαι βουλόμενος, καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν συνανασπάσῃ μετ' ἐκείνων, τῆς ψυχῆς τῶν Ἰουδαίων οὐκ ἀνεχομένης οὐδέπω, διὰ τὴν χρονίαν τὴν περὶ τὸν νόμον πρόληψιν, τῶν ῥημάτων ἀκούειν τούτων. ∆ιὰ τοῦτο ἠνείχετο ὁ μακάριος Πέτρος ἰουδαϊζόντων αὐτῶν. Καὶ καθάπερ τις γεωργὸς ἄριστος φυτὸν ἁπαλὸν πλησίον δένδρου 51.382 γεγηρακότος καταθέμενος, οὐ τολμᾷ, οὐδὲ ὑπομένει τὸ γεγηρακὸς ἀνασπάσαι δένδρον, δεδοικὼς μὴ, τῶν ῥιζῶν ἐκείνων ἀνελκομένων, καὶ τὸ νεόφυτον συνανελκυσθῇ, ἀλλ' ἀναμένει πρότερον παγῆναι ἐκεῖνο καλῶς, καὶ ἐν αὐτοῖς κάτω ῥιζωθῆναι τοῖς κόλποις τῆς γῆς, καὶ τότε τὸ παλαιωθὲν μετὰ ἀδείας ἀνέλκει, οὐδὲν ἔτι δεδοικὼς περὶ τοῦ νεοφύτου· οὕτω δὴ καὶ ὁ μακάριος Πέτρος ἐποίει· τὴν πίστιν νεόφυτον οὖσαν ἔμενε παγῆναι καλῶς ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς, ἵνα ῥιζωθείσης ἐκείνης μετὰ ἀδείας λοιπὸν τὴν Ἰουδαϊκὴν ἀνέλῃ πρόληψιν ἅπασαν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτω· πάσης γὰρ ταύτης ἀπηλλαγμένος ἦν τῆς ἀνάγκης, Ἕλλησι κηρύττων, τοῖς οὐδέποτε μετεσχη κόσι νόμου, οὐδὲ Ἰουδαϊκῶν παρατηρήσεων ἀκη κοόσιν. Ὅτι γὰρ οὐκ ἀλλήλοις ἐναντιούμενοι ταῦτα ἐποίουν, ἀλλὰ τῇ τῶν μαθητῶν ἀσθενείᾳ συγκαταβαί νοντες, ἔστιν ἰδεῖν καὶ Παῦλον ὁμοίως Πέτρῳ ταῦτα αὐτὰ συγχωροῦντα, καὶ οὐ συγχωροῦντα μόνον, ἀλλὰ καὶ αὐτὸν συνεργοῦντα, καὶ Πέτρον πάλιν τὴν αὐτὴν ἐλευθερίαν νομοθετοῦντα, ἣν καὶ Παῦλος τοῖς ἔθνεσι πᾶσιν ἐκήρυττε. Καὶ ποῦ ταῦτα, φησὶν, ἀμφότερα ἔστιν ἰδεῖν; Ἐν αὐτοῖς τοῖς Ἱεροσολύμοις. Οὗτος μὲν γὰρ καὶ ἐξύρατο, καὶ ἔθυσε, καὶ ἁγνισμὸν ἐπετέλε σεν, ὁ τῶν ἐθνῶν διδάσκαλος. Τοῦτο γὰρ καὶ ὁ καιρὸς ἀπῄτει, καὶ τὸ παρεῖναι πολλοὺς Ἰουδαίους. Θεωρεῖς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰου δαίων τῶν συνεληλυθότων, καὶ κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. ιγʹ. Ἐκεῖνος τοίνυν συγκαταβῆναι ἀναγκαζόμενος ἰουδάϊζεν· ἀλλ' οὐχὶ τῆς γνώμης, ἀλλὰ τῆς οἰκονομίας τὸ γινόμενον ἦν. Πάλιν ὁ Πέτρος, ὁ τῶν Ἰουδαίων διδάσκαλος, καὶ πανταχοῦ συγχωρῶν περιτομὴν καὶ Ἰουδαϊκὰς παρατηρήσεις, διὰ τὴν ἀσθένειαν τῶν μαθητῶν, ἐπειδὴ καιρὸν εἶδεν ἀπαλλάττοντα αὐτὸν τῆς ἀνάγκης ταύτης, καὶ οὐκ ἦν ἀσφαλὲς μέχρι το σούτου κεχρῆσθαι τῇ συγκαταβάσει, ἀλλὰ δογμάτων ἦν καιρὸς καὶ νόμων, ἄκουσον τί φησιν. Ἐπειδὴ γὰρ ἀνέβησαν ἐξ Ἀντιοχείας οἱ περὶ Παῦλον καὶ Βαρνά βαν, περὶ τούτων αὐτῶν μαθησόμενοι τὸ σαφὲς, πολ λῆς ζητήσεως γενομένης, ἀναστὰς ὁ Πέτρος ἔλεγεν· Ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε ἀφ' ἡμερῶν ἀρχαίων, ὡς ἐν ἡμῖν ἐξελέξατο ὁ Θεὸς ἀκοῦσαι τὰ ἔθνη διὰ τοῦ στόματός μου τὸν λόγον τοῦ Εὐαγγελίου, καὶ πιστεῦσαι. Εἶτα ἕτερά τινα εἰπὼν μεταξὺ, ἐπήγαγε λέγων· Τί οὖν πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν ἐνθῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ἀλλὰ διὰ πίστεως Ἰησοῦ Χριστοῦ πι στεύομεν σωθῆναι, ὂν τρόπον κἀκεῖνοι. Ὁρᾷς ὅτι ἡνίκα μὲν καιρὸς συγκαταβάσεως ἦν, καὶ Παῦλος ἰουδάϊζεν· ἡνίκα δὲ οὐχὶ συγκαταβάσεως καιρὸς ἦν, ἀλλὰ δογματίζειν ἔδει καὶ νομοθετεῖν, καὶ Πέτρος ἐκείνης τῆς συγκαταβάσεως ἀπαλλαγεὶς, εἰλικρινῆ καὶ καθαρὰ τὰ δόγματα παραδίδωσι· καὶ τούτων λεγομένων ὁ Παῦλος παρῆν, καὶ ἤκουε, καὶ τὴν ἐπιστολὴν αὐτὸς δεξάμενος, πανταχοῦ διεκόμισε, καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς ἠγνόει τὴν τοῦ ἀποστόλου γνώ μην. Τίνος οὖν ἕνεκεν τοιαῦτα ἐγκαλεῖ νῦν, λέγων, ὅτι Φοβούμενος τοὺς ἐκ περιτομῆς; ιδʹ. Ἵνα δὲ καὶ τὴν ἱστορίαν αὐτὴν ἴδητε τῶν λεγο μένων, μικρὸν ἄνωθεν ὑμῖν διηγήσομαι· ἀλλὰ προσ έχετε, παρακαλῶ· πρὸς γὰρ αὐτὸ τὸ βάθος τῆς λύ σεως