1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

ιζʹ. Τοῦτο καὶ ἐπὶ Παύλου καὶ ἐπὶ Πέτρου γέγονεν. Ὤφειλον γάρ τινα ἐλλείμματα οἱ Ἰουδαῖοι. Ποῖα δὴ ταῦτα; Τὸ παντελῶς ἀποστῆναι τοῦ Ἰουδαϊσμοῦ. Ἀπαιτῆσαι ταῦτα τὰ ἐλλείμματα σφοδρότερον ὁ Πέ τρος ἐβούλετο, καὶ καθαρὰν εἰσπράξασθαι παρ' αὐ τῶν τὴν πίστιν. Βουλόμενος τοίνυν πλείονα λαβεῖν ἐξουσίαν καὶ ἀφορμὴν τῆς τοιαύτης εἰσπράξεως, πα ρασκευάζει τὸν Παῦλον ἐπιτιμῆσαι μεθ' ὑπερβολῆς, καὶ ἐπιπλῆξαι, ἵνα ἡ ἐπίπλαστος ἐπιτίμησις αὕτη δικαίαν αὐτῷ παῤῥησίας κατ' ἐκείνων ἀφορμὴν παρ έχῃ καὶ πρόφασιν. ∆ιὰ τοῦτο καὶ ἀρχόμενός φησι, Κατὰ πρόσωπον αὐτῷ ἀντέστην· καὶ ἐνταῦθα πά λιν, Εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Εἰ μὲν γὰρ τὸν ἀπόστολον διορθώσασθαι ἐβούλετο, κατ' ἰδίαν ἂν τοῦτο ἐποίησεν· ἐπειδὴ δὲ οὐ τοῦτο ἦν τὸ σπουδα ζόμενον (ᾔδει γὰρ τὴν γνώμην, μεθ' ἧς ἅπαντα ταῦτα ἐποίει), ἀλλ' ἐκείνους μέχρι πολλοῦ χωλεύοντας στη ρίξαι ἐσπούδαζε, διὰ τοῦτο ἔμπροσθεν πάντων ποιεῖται τὴν ἐπιτίμησιν. Ὁ δὲ Πέτρος ἀνέχεται, καὶ σιγᾷ, καὶ οὐκ ἀντιλέγει. Ἤδει γὰρ τὴν γνώμην, μεθ' ἧς ὁ Παῦλος ἐπετίμα· καὶ τὸ πᾶν ὁ Πέτρος κατώρ θωσε σιγήσας. Ἡ γὰρ τούτου σιγὴ διδασκαλία τοῖς Ἰουδαίοις ἐγένετο τοῦ μηκέτι τοῖς νομίμοις ἐνέχεσθαι. Οὐ γὰρ ἂν ὁ διδάσκαλος ἐσίγησε, φησὶν, εἰ μὴ συνῄ δει δικαίως ἐπιτιμῶντι τῷ Παύλῳ. Ἀλλ' εἰ δοκεῖ, καὶ αὐτῆς τῆς ἐπιτιμήσεως ἀκούσωμεν. Εἶπον τῷ Πέτρῳ πάντων ἔμπροσθεν, φησὶν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς. Σκόπει σύνεσιν· οὐκ εἶπεν αὐτῷ, ὅτι Κακῶς ποιεῖς Ἰουδαϊκῶς ζῶν· ἀλλ' ἐλέγχει αὐτοῦ τὴν προτέραν ἀναστροφὴν, ἵνα μὴ ἐκ τῆς Παύλου γνώμης ἡ παραίνεσις καὶ ἡ συμβουλὴ, ἀλλ' ἐκ τῆς Πέτρου κρίσεως τῆς ἤδη γεγενημένης εἰσενη νέχθαι δοκῇ. Εἰ μὲν γὰρ εἶπε, Κακῶς ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ μαθηταὶ οἱ Πέτρου· 51.386 νυνὶ δὲ ἀκούσαντες, ὅτι οὐ τῆς Παύλου γνώμης ἡ πα ραίνεσις ἦν καὶ ἡ διόρθωσις αὕτη, ἀλλ' αὐτὸς ὁ Πέ τρος οὕτως ἔζη, καὶ ταῦτα εἶχεν ἐν τῇ ψυχῇ τὰ δό γματα, καὶ ἑκόντες καὶ ἄκοντες ἡσύχαζον. ∆ιὰ τοῦτο οὔτε Πέτρος εἰσηγεῖται τὴν γνώμην, ἀλλ' ἀνέχεται παρ' ἑτέρου, τοῦ Παύλου λέγω, διελέγχεσθαι, καὶ σιγᾷ, ὥστε εὐπαράδεκτον γενέσθαι τὴν διδασκαλίαν. ιηʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον τὴν σύνεσιν ἔστιν ἰδεῖν τοῦ Παύλου, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς εἰρημένων. Οὐ γὰρ εἶπεν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ἔζης, καὶ οὐκ Ἰουδαϊκῶς, ἀλλ' ὅτι Ζῇς· ὥστε καὶ νῦν τὴν αὐ τὴν γνώμην ἔχεις· καὶ τὸ πολλῆς γέμον συνέσεως, τὸ ἐπαγόμενόν ἐστιν. Εἰπὼν γὰρ, Ἐθνικῶς ζῇς, Ἰουδαῖος ὢν, οὐκ ἐπήγαγε· Τί τοὺς Ἰουδαίους ἀναγκά ζεις ἰουδαΐζειν, ἀλλὰ πῶς; Τί τὰ ἔθνη, φησὶν, ἀναγ κάζεις ἰουδαΐζειν, ἵνα τῷ δοκεῖν τῶν ἰδίων ἀντιποιεῖ σθαι μαθητῶν, καὶ προσχήματι τῆς ὑπὲρ τῶν ἐθνῶν κηδεμονίας, πείσῃ τοὺς Ἰουδαίους ἀποστῆναι τῆς παλαιᾶς συνηθείας. Ὅτι γὰρ πέπλασται τὰ ἐγκλή ματα, ἐξ αὐτῶν τῶν εἰρημένων δῆλον. Ἀνωτέρω γὰρ εἰπὼν, Συναπήχθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰου δαῖοι, ἐνταῦθα λέγει· Τί τὰ ἔθνη ἀναγκάζεις ἰου δαΐζειν; Καὶ μὴν ἐχρῆν εἰπεῖν, Τί τοὺς Ἰουδαίους ἀναγκάζεις ἰουδαΐζειν; Οἱ γὰρ συναπαχθέντες, οὐχ οἱ ἐξ ἐθνῶν ἦσαν, ἀλλ' Ἰουδαῖοι. Ἀλλ' εἰ μὲν τοῦτο εἶπεν, ἔδοξεν ἂν ὁ λόγος τραχὺς εἶναι, καὶ οὐδὲν αὐτῷ προσήκων· τῶν γὰρ ἐθνῶν διδάσκαλος ἦν· νῦν δὲ ἐν προσχήματι κηδεμονίας τῶν ἰδίων μαθητῶν ἀνεύθυ νον καὶ ἐλευθέραν ποιεῖται τὴν ἐπιτίμησιν· καὶ ἵνα μάθητε, ὅτι οὐκ ἐπιτίμησις ἦν κατὰ Πέτρου τὰ λεγό μενα, ἀλλὰ παραίνεσις καὶ διδασκαλία τοῖς Ἰουδαίοις ἐν τάξει τῆς ἐπιτιμήσεως τῆς κατὰ Πέτρου, ἄκουσον τῶν ἑξῆς· Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Ταῦτα γὰρ λοιπὸν διδάσκοντός ἐστι, καὶ οὐκ ἔτι εἰς Πέτρον τὸ πᾶν περιίστησιν, ἀλλὰ κοινοῖ τὸν