1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

λόγον. Εἰ μὲν γὰρ ὡς διδάσκων ἐξ ἀρχῆς εἰσέβα λεν, οὐκ ἂν ἠνέσχοντο Ἰουδαῖοι· νῦν δὲ τὴν ἀρχὴν ἐξ ἐπιτιμήσεως λαβὼν, καὶ δόξας δικαίαν ποιεῖσθαι κατὰ τοῦ Πέτρου τὴν ἐπιτίμησιν, ὡς τοὺς ἐξ ἐθνῶν ἕλκον τος πρὸς τὴν τῶν νομίμων παρατήρησιν, ἐκβαίνει λοιπὸν ἀδεῶς εἰς παραίνεσιν καὶ συμβουλὴν, ὡς τῆς ἀκολουθίας ἐπὶ τοῦτο ἀγούσης αὐτόν. Ἵνα γὰρ μή τις ἀκούσας, ὅτι Τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν, νομίσῃ ὅτι μόνοις ἐκείνοις οὐκ ἔξεστιν ἰουδαΐζειν, τοῖς δὲ Ἰουδαίοις ἐφεῖται, εἰς αὐτοὺς τοὺς διδασκάλους τὸν λόγον περιίστησι. Τί λέγω, φησὶ, περὶ ἐθνῶν, ἢ τῶν λοιπῶν Ἰουδαίων; Ἀλλὰ καὶ ἡμεῖς οἱ διδάσκαλοι, ἡμεῖς οἱ ἀπόστολοι. Καὶ οὐ τοῦτο λέγει μόνον τὸ δι καίωμα, ὅτι Οἱ διδάσκαλοι καὶ οἱ ἀπόστολοι, ἀλλ' ὅτι Καὶ οἱ ἐκ προγόνων Ἰουδαῖοι καθάπαξ ἀπέστημεν τοῦ νόμου. Ποίαν οὖν ἔχομεν ἀπολογίαν, ἑτέρους εἰς τοῦτο ἕλκοντες; Ὁρᾷς πῶς λανθανόντως τῶν Ἰουδαίων καθάπτεται, καὶ τὴν διδασκαλίαν συντίθησιν ἀπηρ τισμένην; Εἰπὼν γὰρ, Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· καὶ αἰτίαν τίθησιν εὔλο γον, δι' ἣν ἀπέστησαν τοῦ Ἰουδαϊσμοῦ· Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χρι στὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου· διότι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. ιθʹ. Ὁρᾷς πῶς συνεχῶς καὶ τῆς ἀσθενείας τοῦ νόμου μνημονεύει, καὶ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης; Καὶ πυκνῶς στρέφει τὰ ὀνόματα, ὅπερ οὐκ ἔστιν ἐπι 51.387 τιμῶντος, ἀλλὰ διδάσκοντος, καὶ συμβουλεύοντος. Ἀλλ', ὅπερ ἔφην, εἰ μὲν πρὸς Ἰουδαίους ἀποτεινόμενος ταῦτα ἔλεγε, τὸ πᾶν ἂν διεῤῥύη καὶ ἀπώλετο, οὐκ ἀνεχομένων ἐκείνων τῆς τούτου διδασκαλίας· ἐπειδὴ δὲ πρὸς Πέτρον τὸν λόγον ἐπέστρεψε, λανθα νόντως ἐκεῖνοι τὴν ὠφέλειαν ἐκαρποῦντο, ἐπιτιμωμέ νου καὶ σιγῶντος τοῦ Πέτρου, καὶ τῆς γνώμης αὐτοῦ πάσης ἐκκαλυπτομένης, οὐχὶ παρ' ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ συναποστόλου, καὶ τῆς ἀναστροφῆς τῆς προτέρας εἰς μέσον ἀγομένης. Εἶτα, ἵνα μὴ λέγωσι παρ' ἑαυ τοῖς, Τί οὖν εἰ καὶ Πέτρος καὶ Παῦλος κακῶς ἐποίη σαν; αἰτίας δικαίας καὶ ἀναμφισβητήτους τίθησι, δι' ἃς οὐ δεῖ τῶν Ἰουδαϊκῶν ἐθῶν ἔχεσθαι. Αὗται δέ εἰσι, τὸ μὴ δύνασθαι τὸν νόμον δικαιοῦν, ἀλλὰ τὴν πίστιν μόνον. Καὶ ἐνταῦθα μὲν ἡμερώτερον κέχρηται τῷ λόγῳ· προϊὼν δὲ καταφορικώτερον ποιεῖ καὶ σφοδρότερον. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ ηὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ πίστις δικαιοῖ, καὶ κελεύει ἀποστῆναι τῶν Ἰουδαϊκῶν ἐθῶν, ὡς πεπαυμένων λοιπόν· εἰ δὲ ἔτι κρατεῖ ὁ νόμος καὶ κύριός ἐστι, καὶ ὁ ἀφεὶς αὐτὸν παραβάσεως κρίνεται, εὑρεθήσεται ὁ Χριστὸς, ὁ κελεύσας ἡμῖν αὐτὸν ἀφιέναι, τῆς παραβάσεως ἡμῖν αἴτιος γεγενημένος, καὶ οὐ μόνον οὐκ ἀπαλλάξας ἡμᾶς ἁμαρτίας, ἀλλὰ καὶ ἐμβαλὼν εἰς ἁμαρτίαν. Εἰ γὰρ διὰ τὴν πίστιν τὸν νόμον ἀφήκαμεν, τὸ δὲ ἀφιέναι τὸν νόμον ἁμαρτία ἐστὶν, ἡ πίστις, δι' ἣν τὸν νόμον ἀφήκαμεν, αὕτη τῆς ἁμαρτίας ἡμῶν αἰτία ἐγένετο. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἄτοπον τὸν λόγον περιέστησεν, οὐδὲ ἐδεήθη κατασκευῆς τινος πρὸς ἀνατροπὴν, ἀλλὰ τῷ Μὴ γένοιτο ἠρκέσθη, ὡς αὐτόθεν τῆς ἀτοπίας ὡμολογημένης· Εἰ γὰρ, φησὶν, ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι· εἰς τὸ ἐναντίον περιέστησε τὸν λόγον, καὶ ἔδειξεν, ὅτι οὐ τὸ παραβῆναι νόμον, ἀλλὰ τὸ μὴ ἀφεῖναι νόμον, τοῦτο ποιεῖ παραβάτην· καὶ ἐν τάξει τοῦ οἰκείου προσώπου πάλιν τὸν Πέτρον αἰνίττεται. Τί γὰρ κατέλυσεν ὁ Πέτρος τὴν τῶν βρωμάτων παρατήρησιν, ἐθνικῶς ζῇν προῃρημένος; Πάλιν οὖν πρὸς Ἰουδαίους ἐπανελθὼν, κἀκείνοις συζῶν,